[ ] Rhodos Isl. — Lindos — undated
   [Λίνδιοι ἐτίμασαν]
1 Ἡράκλειτον Κρατείνου
       Καμύνδιον
 ἐπαίνωι, χρυσέωι στεφάνωι
   καὶ εἰκόνι χαλκέαι ———
5  δεδώκαντι δὲ αὐτῶι καὶ
  στεφαναφορίαν καὶ προ-
 εδρίαν ἐν ταῖς παναγύρεσι
 αἷς ἄγοντι Λίνδιοι καὶ
σείτησιν ἐν ἱεροθυτείωι
10  καὶ ἀναγόρευσιν τᾶ[ν]-
δε τᾶν τειμᾶν εἰς τὸ[ν ἀεὶ]
 χρόνον ——— εὐσεβείας
ἕνεκα τᾶς ποτὶ τοῦς θε-
 οὺς καὶ ἀρετᾶς καὶ εὐ-
15  νοίας ἃν ἔχων διατελεῖ
 εἰς τὸ πλῆθος τὸ Λινδίων.
Search Help
Contact Us