[ ]
Rhodos Isl. — Lindos — undated
[Λίνδιοι ἐτίμασαν] | |
1 | Ἡράκλειτον Κρατείνου |
Καμύνδιον | |
ἐπαίνωι, χρυσέωι στεφάνωι | |
καὶ εἰκόνι χαλκέαι ——— | |
5 | δεδώκαντι δὲ αὐτῶι καὶ |
στεφαναφορίαν καὶ προ- | |
εδρίαν ἐν ταῖς παναγύρεσι | |
αἷς ἄγοντι Λίνδιοι καὶ | |
σείτησιν ἐν ἱεροθυτείωι | |
10 | καὶ ἀναγόρευσιν τᾶ[ν]- |
δε τᾶν τειμᾶν εἰς τὸ[ν ἀεὶ] | |
χρόνον ——— εὐσεβείας | |
ἕνεκα τᾶς ποτὶ τοῦς θε- | |
οὺς καὶ ἀρετᾶς καὶ εὐ- | |
15 | νοίας ἃν ἔχων διατελεῖ |
εἰς τὸ πλῆθος τὸ Λινδίων. |