[ ]
Rhodos Isl. — Lindos — reign of Hadrian
1 | [Πόπ]λι̣ο̣ν Αἴλιον Ἀριστοτέλην Ἀρχιδίκου Κλάσ[ιον] |
[ἱερα]τεύσαντα τᾶς Ἀθάνας τᾶς Λινδίας καὶ τοῦ [Δι]- | |
[ὸ]ς̣ τοῦ [Πο]λιέως καὶ Ἀρτάμιτος Κεκοίας καὶ | |
[πά]ντα π[ρ]ά̣[ξ]αντα ἴς τε τὰν ποτὶ τοὺς θεοὺς | |
5 | [εὐσέβε]ιαν [καὶ] τὰν ποτὶ Λινδίους φιλοτειμίαν. |