[ ]
Rhodos Isl. — Lindos — after 2nd c. AD
| {²columba? corona columba?}² | |
| 1 | εὐρ̣ὺ μὲν ἀρχαίης Λίνδου κλέος, Ἀτρυτώνην |
| δεξαμένης ὄχθοις οὐρανίοισιν ἄκρης· | |
| μέζων δ’ αὖ κατὰ γαῖαν ἐπήρατος ἔπλετο φῆμις | |
| παρθενικῆς γλαυκῶν πλησαμένῃ χαρίτων. | |
| 5 | νῦν γὰρ Ἀθηναίης βοάᾳ θαλερὸς ἔμεν οἶκος |
| χῶρος καρπογόνους δερκομένοις σκοπέλους· | |
| ἄνθεμα γὰρ τόδ[ε] λαρὸν Ἀθηναίῃ πόρεν εἱρεὺς | |
| Ἀγλώχαρτος, ἑῶν νειμάμενος κτεάνων, | |
| κρέσσων καὶ Κελεοῖο καὶ Εἰκαρίοιο κατ’ αἶαν | |
| 10 | πάνπαν ἀεξῆσαι τὴν ἱερὴν ἐλέην. |