[ ] Rhodos Isl. — Rhodos — 1st c. BC — cf. MDAI(A) 21 (1896) 60
a [Καλλίστρατον Νικοστράτου — — — — — — — — — —]
1 ․ΗΝΟ̣Ι̣ΤΩΙ̣ μν[ά]μ̣ω̣[ν](?) Καλλίστρατε χεῖρα Ποσειδὰν
[αὐτὸς ἀ]ειμνάστων θεὶς καθύπερθε δίφρων·
α[ὐ]τοῦ̣ ἕ̣κατι μάκαιρα σ[υ]νωρίδος ἵκετο Νίκα
ἄμβροτον ἀθλοφόρωι κ̣ρ̣ατὶ φέρουσα γέρας.
5 γάθησεν δὲ πατρὸς Νικοστράτου ὄλβιος οἶκος
πατρίς τ’ εἰναλία κυδιάνειρα Ῥόδος.
                          vacat
7       Σῖμος Ὀλύνθι[ος ἐ]ποίησε.
b.1  Θεα[ίδ]ητον Αὐτοκράτευς
νικάσαντα Ἁλίεια τὰ πρᾶτα τεθέντα ἅρματι πωλικῶι
κα[ὶ] στεφανωθέντα ὑπὸ τοῦ δάμου ἐπαίνωι θαλλοῦ στεφάνωι
καὶ στεφανωθέντα ὑπὸ τοῦ δάμου χρυσέωι στεφάνωι
5 καὶ τιμαθέντα ὑπὸ τοῦ δάμου μετὰ τῶν συνστρατευσαμένων
 ἐν ταῖς καταφράκτοις ναυσὶ κατὰ πόλεμον [χρυ]σέωι σ̣τε̣φάνωι
 καὶ ἀνδριάντι· καὶ τιμ[αθέ]ν[τα] ὑπὸ Θεαιδητείων
συνστ[ρατευσαμένων τοῦ κοινοῦ — — — —]Ι[— — — —]
καὶ τιμα̣θέ̣[ντ]α [ὑπὸ — — — — — — — — — — — — — — — —]
10 #⁷[—]Ι̣Γ̣[— — — — — — — — — — — — — — — — — — — — —]
[— —]ΙΙ̣[— — — — — — — — — — — — — — — — — — — — —]
Search Help