[ ] Rhodos Isl.? — Rhodos? (or Aigyptos?) — not bef. 2nd c. BC — cf. Corrigenda, p. 207 — TAM II,1 14
1 Αἰγύπτου μεδέουσι βαθυκλήροιο Σαΐστης,
ξεῖνε, παρὰ προπύλωι τούσδ’ ἔθετο ζάκορος
βωμοὺς ἀθανάτοισιν, ἐπεὶ γέρας αὐτοὶ ἄνακτες
κεδνοῖς Εὐρώπας παισὶν ἔνειμαν ἴσον
5 μούνωι ἐν αἰζειοῖσι· τὸ δὲ κλέος ἄφθονον ὡνὴρ
ἐγ μακ̣ά̣ρων ἀνύσαι φατὶ δικαιοσύναι.
Search Help
Contact Us