[ ]
Rhodos Isl.? — Rhodos? (or Aigyptos?) — not bef. 2nd c. BC — cf. Corrigenda, p. 207 — TAM II,1 14
| 1 | Αἰγύπτου μεδέουσι βαθυκλήροιο Σαΐστης, |
| ξεῖνε, παρὰ προπύλωι τούσδ’ ἔθετο ζάκορος | |
| βωμοὺς ἀθανάτοισιν, ἐπεὶ γέρας αὐτοὶ ἄνακτες | |
| κεδνοῖς Εὐρώπας παισὶν ἔνειμαν ἴσον | |
| 5 | μούνωι ἐν αἰζειοῖσι· τὸ δὲ κλέος ἄφθονον ὡνὴρ |
| ἐγ μακ̣ά̣ρων ἀνύσαι φατὶ δικαιοσύναι. |