[ ]
Elis — Olympia — ca. 143 BC — IvO 325
1 | Δάμων Νικάνορος Μακεδὼν ἀπὸ |
Θεσσαλονίκης v Κόϊντον Καικέλιον | |
Κοΐντου Μέτελλον, στρατηγὸν ὕπατον | |
Ῥωμαίων, vvvv Διὶ Ὀλυμπίωι | |
5 | ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἧς ἔχων διατε- |
λεῖ εἴς τε αὑτὸν καὶ τὴν πατρίδα καὶ τοὺς λοιποὺς | |
Μακεδόνας v κ̣αὶ τοὺς ἄλλους Ἕλληνας. | |
vacat |