[ ] Elis — Olympia — ca. 143 BC — IvO 325
1 Δάμων Νικάνορος Μακεδὼν ἀπὸ
Θεσσαλονίκης v Κόϊντον Καικέλιον
Κοΐντου Μέτελλον, στρατηγὸν ὕπατον
Ῥωμαίων, vvvv Διὶ Ὀλυμπίωι
5 ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἧς ἔχων διατε-
λεῖ εἴς τε αὑτὸν καὶ τὴν πατρίδα καὶ τοὺς λοιποὺς
Μακεδόνας v κ̣αὶ τοὺς ἄλλους Ἕλληνας.
                          vacat
Search Help
Contact Us