| A.1 | Αἰκουανὴ Ἀντιοχὶς ∙ Γεμινίῳ Ὀλύμπῳ τῷ ἰδίῳ συμβίῳ |
| καὶ Γεμινία Ὀλυνπιὰς τῷ πατρὶ ἐκ τῶν κοινῶν κόπων | |
| μνείας χάριν καὶ ἑαυταῖς ζῶσαι. ❦ | |
| B.1 | ἐλθὲ πέλας καὶ ἄθρησον, ὃς εἶ ξένε· ἥδε τέθαπτε |
| εἴδει ἀγαλλομένη {Ν} ἐρατῷ πρὸ γάμου θαλάμοιο ∙ | |
| ἐνθάδε γὰρ κεῖτε παῖς παρθένος, ἄνθος ἀκμάζων, | |
| πρὶν θαλάμοισι δοθῆναι πικρὴ μ’ ἐξάρπασε μοίρη. | |
| 5 | Κάστορος ἡ θυγάτηρ, Μεγέθιν δ’ οὔνομα ἦν μοι ∙ |
| Ὀλυ<μ>πιὰς δὲ μ’ ἔτικτε ἔχιν λύπην μέχ<ρ>ει τοῦ ζῆν. | |
| πέντε καὶ δέκ’ ἔτεσιν μησὶν ὀκτὼ δ’ ἐπὶ τούτοις | |
| ἁρπαχθεῖσα κόρη σπεῦσ<α> πύλας Ἀείδου. | |
| ἀλλὰ πέπαυσο σὺ μήτηρ, Ὀλυμπιάς, κὲ ἀδελφιὰ μηκέτι τρύχου, | |
| 10 | [ἔστι γὰρ] ἐ̣ν̣ φθιμένοις καὶ τόπος εὐσεβίης. ❦ |
IG X,2 1
628