| 1 | τίπτε μάτην, ὦ ξεῖνε, κε- |
| ναῖς φρεσὶ σαῖσι πέποιθας; | | |
| δέρκεο μὴ δαίμων ἐχθρὸς ὄπισ- | |
| θε γελαῖ· | οὐδὲν ἐν ἀνθρώποις γὰρ | |
| 5 | ἀριφ̣ρ̣αδές· εἴ σε μέλει σῶν, | ἴσθ’ ὅ- |
| τι τῶν πάντων Μοῖρα κρατεῖ γε | |
| μόνη. | καὶ γὰρ ἐγώ ποτ’ ἔην ὅπερ | |
| εἶ σύ, ἀλλ’ ὑπὸ Λήθην | ἤλυθα μη- | |
| δὲ τέκνον ἐπὶ δώμασι τἀν- | |
| 10 | δρι λιποῦσα, | πλησαμένη δ’ ἐ- |
| τέων δεκάδας δύο τῷδ’ ἐ- | |
| νὶ τύνβῳ | Ἐλπιτύχη κεῖμαι | |
| σῆμα παρερχομένοις. | |
IG II²
11267