[ ]
Mak. (Mygdonia) — Thessalonike — 187 BC
| 1 | π̣αρὰ Ἀνδρονίκου. vv τὸ διά- |
| γ̣ραμμα, ὃ ἀπέσσταλκα πρὸς | |
| ὑ̣μᾶς, διαπέμψαντός μοι τοῦ βα̣- | |
| σ̣ιλέως περὶ τῶν τοῦ Σαράπιδος̣ | |
| 5 | χρημάτων ἔγδοτε ἀναγράψα̣[ι] |
| εἰς στήλην λιθίνην καὶ ἀναθεῖν<αι> | |
| ἐν τῶι ἱερῶι, ὅπως εἰδῶσιν οἱ | |
| π̣ρὸς τούτοις ὄντες ὡς κρίνει γίνε- | |
| σ̣θαι. v ἔτ(ους) v εʹ v κα̣ὶ̣ v λʹ, v Δαισίου vv ιεʹ. | |
| 10 | διάγραμμα, ὃ ἔθηκεν βασιλεὺς |
| Φίλιππος. v τῶν δὲ τοῦ Σαράπιδο̣ς̣ | |
| [χ]ρημάτων μηθ̣ε̣ὶς ἀπαλλοτριούτω | |
| μ̣ηθὲν κατὰ μηθένα τρόπον μηδὲ ὑ̣- | |
| π̣οτιθέτω μηδὲ τῶν ἄλλων ἀναθη- | |
| 15 | μάτων μηδὲ γραφέτω περὶ τού- |
| τ̣ων ψήφισμα μηθείς. ἐὰν δέ τις ποι- | |
| ή̣σ̣ῃ τι τῶν ἀπηγορευμένων, ἔνοχος | |
| [ἔστ]ω̣ τοῖς ἐπιτίμοις τῆς φωρᾶς καὶ | |
| [τὸ ἀπα]λλοτριωθὲν̣ ἐκ τῶν ὑπαρχόν- | |
| 20 | [των] α̣ὐτοῦ πραχθὲν εἰς τὸ ἱερὸν |
| [ἀποκ]α̣τασταθήτω. ὁμοίως δὲ μὴ | |
| [οἱ θη]σ̣αυροὶ τοῦ θεοῦ ἀνοιγέσθωσαν | |
| [ἄνευ] τοῦ ἐπιστάτου καὶ τῶν δικα- | |
| [στῶν] μ̣ηδὲ τὰ ἐκ τούτων χρήματα̣ | |
| 25 | [ἀναλι]σκέσθωσαν ἀλόγως ἀλλὰ |
| [μετὰ] τ̣ῆς τούτων γνώμης. εἰ δὲ μή, | |
| [ὁ ποιή]σας τι τούτων ἔνοχος ἔστω | |
| [τοῖς α]ὐτοῖς ἐπιτίμοις. vacat | |
| vacat |