[ ]
Att. — med. s. IV a.
in epistylio: | |
1 | ὀθεὶς μόχθος ἔπαινον ἐπ’ ἀνδράσι τοῖς ἀγαθοῖσιν | ζητεῖν, ηὕρηται δὲ ἄφθονος εὐλογία· | |
ἧς σὺ τυχὼν ἔθανες, Διονύσιε, καὶ τὸν ἀνάνκης | κοινὸν Φερσεφόνης πᾶσιν ἔχεις θάλαμον. | | |
2a | in basi: |
3 | σῶμα μὲν ἐνθάδε σόν, Διονύσιε, γαῖα καλύπτει, |
ψυχὴν δε ἀθάνατον κοινὸς ἔχει ταμίας· | |
5 | σοῖς δὲ φίλοις καὶ μητρὶ κασιγνήταις τε λέλοιπας |
πένθος ἀείμνηστον σῆς φιλίας φθίμενος. | |
δισσαὶ δ’ αὖ πατρίδες σ’ ἣ μὲν φύσει, ἣ δὲ νόμοισιν | |
ἔστερξαν πολλῆς εἵνεκα σωφροσύνης. | |
b | colore picta: |
1 | — — —ρια— — — Διονύσιος Ἀλφίνο. |