[ ] Att. — med. s. IV a.
            in epistylio:
1 ὀθεὶς μόχθος ἔπαινον ἐπ’ ἀνδράσι τοῖς ἀγαθοῖσιν | ζητεῖν, ηὕρηται δὲ ἄφθονος εὐλογία· |
ἧς σὺ τυχὼν ἔθανες, Διονύσιε, καὶ τὸν ἀνάνκης | κοινὸν Φερσεφόνης πᾶσιν ἔχεις θάλαμον. |
2a             in basi:
3 σῶμα μὲν ἐνθάδε σόν, Διονύσιε, γαῖα καλύπτει,
ψυχὴν δε ἀθάνατον κοινὸς ἔχει ταμίας·
5 σοῖς δὲ φίλοις καὶ μητρὶ κασιγνήταις τε λέλοιπας
πένθος ἀείμνηστον σῆς φιλίας φθίμενος.
δισσαὶ δ’ αὖ πατρίδες σ’ ἣ μὲν φύσει, ἣ δὲ νόμοισιν
ἔστερξαν πολλῆς εἵνεκα σωφροσύνης.
b colore picta:
1 — — —ρια— — — Διονύσιος Ἀλφίνο.
Search Help