[ ]
Att. — s. II p.
1 | ἐνθάδε Διάλογος καθαρῷ πυρὶ γυῖα καθήρας |
ἀσκητὴς σοφίης ᾤχετ’ ἐς ἀθανάτους. | |
folium vac. 0.067 | |
ἐνθάδε Διαλόγοιο σαόφρονος ὀστέα κεύθ[ει], | |
5 | γυμνὰ<ς> ὃς ἀμφ’ ἀρετὴν ἔπλετο καὶ σοφίην, |
ἀλλὰ τὰ μὲν κεύθει μικρὰ κόνις ἀμφιχυθεῖσα, | |
ψυχὴν δ’ ἐκ μελέων οὐρανὸς εὐρὺς ἔχει. | |
folium |