[ ]
Att. — s. II p.
| 1 | ἐνθάδε Διάλογος καθαρῷ πυρὶ γυῖα καθήρας |
| ἀσκητὴς σοφίης ᾤχετ’ ἐς ἀθανάτους. | |
| folium vac. 0.067 | |
| ἐνθάδε Διαλόγοιο σαόφρονος ὀστέα κεύθ[ει], | |
| 5 | γυμνὰ<ς> ὃς ἀμφ’ ἀρετὴν ἔπλετο καὶ σοφίην, |
| ἀλλὰ τὰ μὲν κεύθει μικρὰ κόνις ἀμφιχυθεῖσα, | |
| ψυχὴν δ’ ἐκ μελέων οὐρανὸς εὐρὺς ἔχει. | |
| folium |