[ ] Att. — s. II p.
1 ἐνθάδε Διάλογος καθαρῷ πυρὶ γυῖα καθήρας
ἀσκητὴς σοφίης ᾤχετ’ ἐς ἀθανάτους.
         folium vac. 0.067
  ἐνθάδε Διαλόγοιο σαόφρονος ὀστέα κεύθ[ει],
5 γυμνὰ<ς> ὃς ἀμφ’ ἀρετὴν ἔπλετο καὶ σοφίην,
ἀλλὰ τὰ μὲν κεύθει μικρὰ κόνις ἀμφιχυθεῖσα,
ψυχὴν δ’ ἐκ μελέων οὐρανὸς εὐρὺς ἔχει.
              folium
Search Help
Contact Us