[ ]
Att. — s. II/III p.
| 1 | Κλαύδιος Χαρίτων Περίνθιος. |
| τίς πόθεν ὢν ἐνταῦθα ὑπὸ χθονὶ τῇδε τέθαψαι; | |
| οὔνομα μὲν Χαρίτων, πάτρη δέ μοί ἐστι Πέρινθος. | |
| πῶ<ς δ>ὲ καὶ ἐνταῦθ’ ἦλθες ἐπὶ πτολίεθρον Ἀθήνης; | |
| 5 | εἵνεκεν εὐνοίης ξυντρόφῳ ἑσπόμενος. |
| τίς δέ σε ὠκυμόροιο φάους ἀπενόσφισε νοῦσος; | |
| αἰφνίδιον φρεῖκος καὶ κρατερὸς πυρετός. | |
| πόσσων δ’ ἦς ἐτέων ὅτ’ ἀπέφθισο τῇδ’ ἐνὶ γαίῃ; | |
| πέμπτῳ κεἰκοστῷ μοῖραν ἔτλην στυγερήν. | |
| 10 | ἆ δείλ’, οὐδ’ ἔφθης ἣν πατρίδα γαῖαν ἱκέσθαι; |
| τῇδε γὰρ ἐν γαίῃ μοῖραν ἔχρην τελέσαι. | |
| σῆμα δέ σοι τί<ς> ἔτευξε <κ>αὶ τάρχυσεν σε θανόντα; | |
| ξύντροφος ᾧ ἑπόμην ἐνθάδε ἐρχομένῳ. | |
| τίς δέ σοι ἐν ζωοῖσι γένους ἀπολείπεται σῶος; | |
| 15 | μοῦνος ἀδελφός μοι λείπεται ἐγ γενεῆς. |
| ἀλλ’ οὖν κἂν κεῖνόν γε θεοὶ σώζοιεν ἐς ἀεὶ | |
| καὶ σὺ φιληγορίης ἄξια δῶρα λάβοις. |