[ ] Att. — stoich. 23 — 408/7 a.
1 θεοί·
ἔδοξεν τῆι βολῆι καὶ τῶι δήμ-
ωι· Ἀντιοχὶς ἐπρυτάνευε, Εὐκ-
λείδης ἐγραμμάτευε, Ἱεροκλ-
5 ῆς ἐπεστάτε, Εὐκτήμων ἦρχε v
Διειτρέφης εἶπε· ἐπειδὴ ἀνή-
ρ ἐστι ἀγαθὸς Οἰνιάδης ὁ Παλ-
αισκιάθιος περὶ τὴν πόλιν τ-
ὴν Ἀθηναίων καὶ πρόθυμος πο-
10 ιε͂ν ὅ τι δύναται ἀγαθόν, καὶ ε-
ὖ ποιε͂ι τὸν ἀφικνόμενον Ἀθη-
ναίων ἐσκίαθον, ἐπαινέσαι τ-
ε αὐτῶι καὶ ἀναγράψαι αὐτὸν
πρόξενον καὶ εὐεργέτην Ἀθη-
15 ναίων καὶ τὸς ἐκγόνος αὐτο͂, κ-
αὶ ὅπως ἂν μὴ ἀδικῆται ἐπιμέ-
λεσθαι τήν τε βολὴν τὴν ἀεὶ β-
ολεύοσαν καὶ τοὺς στρατηγ-
ὸς καὶ τὸν ἄρχοντα τὸν ἐν Σκι-
20 άθωι ὃς ἂν ἦι ἑκάστοτε· τὸ δὲ ψ-
ήφισμα τόδε ἀναγράψαι τὸν γ-
ραμματέα τῆς βολῆς ἐν στήλη-
ι λιθίνηι καὶ καταθε͂ναι ἐμ π-
όλει. καλέσαι δὲ αὐτὸν καὶ ἐπ-
25 ὶ ξένια ἐς τὸ πρυτανεῖον ἐς α-
ὔριον v Ἀντιχάρης εἶπε· τὰ μὲ-
ν̣ ἄλλα καθάπερ τῆι βολῆι, ἐς δ-
[ὲ τ]ὴ̣γ γνώμην μεταγράψαι ἀντ-
[ὶ το͂ "Σ]κιαθίο", ὅπως ἂν ἦι γεγρα-
30 [μμένο]ν̣, "Οἰνιάδην τὸν Παλαισ-
[κιάθιον"].
Search Help