[ ] Thasos — ca. 100 BC
a.1 ἄρτι με νυμφιδίων ἀπὸ δύσμορον ἅρπασε παστῶν
  δαίμων ἐς τριτάταν νισόμενον δεκάδα,
ἄρτι βίου περόωντα κατ’ εὐκλέα θέσμια δόξας
  στυγνὸς ἄπαιδα δόμοις ἀμφεκάλυψ’ Ἀίδας
5 Ἀντιφόωντα, γοναῖσι Σοφοκλέος ὃν τέκε μάτηρ
  Ἡρώ, τᾶι λιπόμαν οὐ τέκος ἀλλὰ τάφον.
αἰαῖ, τίπτε, Τύχα, με τὸν εὐκλέα πατρίδι κόσμον,
  τλάμονα, δυσπενθής, ὠρφάνισας βιότου;
b.9 ὁ τύμβος ἐσθλὸν υἷα τὸν Σοφοκλέος
10 Εὐρυμενίδην κέκευθεν, ὧι βίου μόνα
ἐτῶν διεξάμειπτο διπλόα δεκάς·
κατεῖδε δ’ οὔτι νυμφικῶν ἐφίμερον
παστὸν γάμων πάρεδρον, ἀλλ’ ἀπ’ ὀλβίων
σφαλεὶς μελάθρων στυγνὸν ἦλθ’ ὑπ’ Ἀίδαν,
15 δυσπενθὲς Ἡροῖ ματρὶ καὶ συναίμοσι
λιπὼν φίλαισιν ἄλγος· ἁ δ’ ἁλιστεφὴς
δόξας ἕκατι τῶιδε πατρία Θάσος
τὰ σεμνὰ τιμᾶς δῶρ’ ἔνειμεν εὐκλέος.
c.19 οὐ γάμον, οὐχ ὑμέναιον ἐμοὶ [φίλα ἄνυσε μάτηρ]
20   Ἡρώ, ἀποφθίμενον δ’ ἐστενάχησε γόοι[ς]
εἰκοστὸν τανύσανθ’ ἐτέων δρόμον· ἄμμε δ’ ὁμ[αίμους]
  τλάμονας ἐν δισσοῖς μησὶν ὅδ’ ἔσχε τάφος.
πατρὸς δ’ εὐόλβοιο Σοφοκλέος ἄρσενα γέ̣ν̣[ν]αν
  ὠκύμορον φθιμέναν ἐστενάχησε Θάσ̣ος·
25 μάτηρ δ’ ἁ μεγάλα̣υ̣χος̣ ἐφ’ υἱάσιν, ἁ πάρος̣ εὔπαις,
  οὐχὶ τέκη, κω[φ]ο̣[ὺς δ’] ἀντὶ δέδορκε τάφους.
Search Help
Contact Us