[ ] Samothrace — beg. 2nd c. BC
1 τ̣ῶμ π[ο]λι̣τ̣[ῶ]ν ἡ [δ]ὲ β̣[ουλὴ προβεβού]-
λευκεν αὐτῶι καὶ ἐγγόνοις περὶ̣ ἐ̣-
παίνου καὶ πολιτείας· δεδόχθαι
τῶι δήμωι τοὺς ἐπιστάτας ἐπε̣-
5 ρωτῆσαι τὴν ἐκκλησίαν κατὰ τὸν ν[ό]-
μον, εἰ δοκεῖ δοῦναι πολιτείαμ Πτολ̣[ε]-
μαίωι Ἀμεινίου Γορτυνίωι καὶ ἐκγό-
νοις καὶ ἐὰν δόξηι, συντελέσαι
καὶ τὴν ψηφοφορίαν ἐν τῇ καθηκού-
10 σηι ἐκκλησίαι καὶ ἐὰν ἐπιψηφισθῆι, εἶ-
ναι αὐτοὺς πολίτας μετέχοντας
πάντων ὧν καὶ οἱ ἄλλοι πολῖται
μετέχουσιν· ἀναγράψαι δὲ τόδε τ[ὸ]
ψήφισμα εἰς στήλην καὶ ἀναθεῖ-
15 ναι εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς.
Search Help
Contact Us