[ ] Amorgos — Arkesine — 2nd c. BC
1 ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἐπί-
γονος Ἐπιγόνου εἶπεν· Νικίων Φιλοκρά-
του ἐπεστάτει· ἐπειδὴ ἀναγγέλλου-
σιν οἱ παραγινόμενοι τῶν πολιτῶν
5 εὔνουν εἶναι Τίμεσσαν τῶν ἡμετέ-
ρων πολιτίδων τεῖ πόλει τεῖ ἡμε-
[τ]έραι, καὶ ποεῖν ἀγαθὸν ὅτι ἂν δύ-
[νητ]αι τοὺς ἐντυνχάνοντας αὐ-
[τεῖ τῶν] πολιτῶν, καὶ κατὰ κοινὸν
10 [εὐεργετεῖν] τὴν πόλιν ἐφ’ ὅσον ἐσ-
[τ]ὶν δυ[νατή· ἐπιγενομέ]νου δὲ συνπτώ-
[μ]ατος περὶ τὴν π[όλιν ἡμῶν τ]ὴν πᾶ-
[σα]ν σπουδὴν ἐποήσατο εἰς τ[ὸ ἀνα]-
[σ]ωθῆναι τοὺς πολίτας πάντας [τοὺς]
15 [ἀχθ]έντας, ἐφ’ ὅσον ἐστὶν δυνατή·
πε[ρὶ] δὴ τούτων δεδόχθαι τ[ε]ῖ βου-
λεῖ καὶ τῶι δήμωι, ἐπαινέσαι Τ[ί]-
μεσσαν καὶ στεφανῶσαι θα[λ]-
λο[ῦ σ]τεφάνῳ ἐπὶ τῇ αἱρέσει εἷ [ἔ]-
20 χει πρὸς τὸν δῆμον τὸν ἡμέτερ[ον],
[ε]ἶναι δὲ αὐτεῖ καὶ προεδρίαν ἐν τ[εῖ]
συνόδωι τῶν Ἰτωνίων καὶ ἐν τ[αῖς]
[ἄ]λλαις συνόδοις πάσαις τ[αῖς πο]-
[λ]ιτικαῖς· ἀνακηρύσσειν δὲ α[ὐτῆς]
25 [τὸν σ]τέφανον ἐν τεῖ συν[όδωι τῶν]
[Ἰτωνιων] ἅμα τοῖς ἄλλο[ις στεφάνοις —]
․․․․․․․․․․․․․μετ— — —
Search Help
Contact Us