[ ] Thera — 2nd c. AD
1 ἀγαθῆι τύχηι· [ἔδοξε τῶι κοινῶι τῶν]
Βακχιστῶν ἐν [νομαίαι συνόδωι· ἐπειδὴ]
Λάδαμος Διονυσ[οφάνου Ἀλεξανδρεὺς]
τῶν περὶ αὐλὴν δια[δόχων, ὁ τεταγμέ]-
5 νος ὑπὸ τῶν βασιλέω[ν ἐπὶ Θήρας],
εὔνους ὑπάρχων τοῖς Βα[κχισταῖς]
πολλὰς καὶ μεγάλας ἀποδ[είξεις πε]-
ποίηται τῆς εἰς τὰ πράγματ[α ὁρμῆς]
ἔν τε τοῖς πρότερον χρόνοις πο[λλῶι τε]
10 μᾶλλον ἐν τοῖς νῦν περιστᾶσι και[ροῖς],
ἐξαποσταλείς τε ὑπὸ τῶν βασιλ[έων]
καὶ ταγεὶς ἐπί τε τῆς πόλεως καὶ ἡμῶ[ν]
καθ’ ἅπαντα τρόπον κατακολουθῶν τῆι τῶ[ν]
βασιλέων προ[α]ιρέσει καὶ τῆι αὑτοῦ καλο-
15 κἀγαθίαι πρό[ς τ]ε ἡμᾶ[ς] καὶ τοὺς ἄλλους
ἅπαντας π[ε]ρ[ιφ]ε[ρ]όμενος διατελεῖ
φιλανθρώπως, σπουδῆς καὶ φιλοτιμίας
ἐν οὐθενὶ καιρῶι παραλείπων οὐθέν·
ὅπως οὖν καὶ τὸ κοινὸν φαίνται τοὺς προ-
20 εστηκότας ἀπὸ παντὸς τοῦ βελτίστ[ου]
τιμ[ῶ]ν, δεδόχθαι Λάδαμον Διονυσοφά[νου]
καὶ αὐτὸν καὶ γυναῖκα καὶ ἐνγόνου[ς]
εἶναι θιασίτας, καὶ μετουσίαν αὐ[τοῖς]
[ὧ]νπ[ερ κ]αὶ τοῖς ἄλλοις θιασίτ[αις μέτε]-
25 στιν· ἐπάγειν δὲ [αὐτ]οῦ κα[ὶ ․․․․․․․․․․]
․․․․ων ἐν τῆι συνόδωι — — — — — — — — —
․․ περὶ τῶν βασιλέ[ων — — — πεντετη]-
[ρί]δι καὶ τριετηρί[δι — — — — — —]
[․․ν], ὁμοίως καὶ — — — — — — —
30 [ὑ]πὲρ δὲ των — — — — — — — — —
βασιλε— — — — — — — — — — — — —
αὐλ[η — — — — — — — — — — — —]
Search Help
Contact Us