[ ] Thera — 153/52 BC — IG XII,3 Suppl. p. 285
1 ἔδοξε τοῖς ἀλειφομένοις· ἐπειδὴ
Βάτων Φίλωνος πρότερον μὲν
ἐφ’ ἔτη δύο προχειρισθεὶς γυμνασί-
αρχος προεστάτησε ἐνδόξως
5 καὶ καταξίως αὑτοῦ τε καὶ τῆς τῶν
ἀλειφομένων προαιρέσεως τοῦ
γυμνασίου, ἀνθ’ ὧν τὸ κοινὸν εὐδο-
κιμήσαντα ἐστεφάνωσεν αὐτὸν
ἐπὶ τὰ προειρημένα ἔτη δύο θαλ-
10 λοῦ στεφάνωι, καὶ τὴν περὶ τούτων
ἀναγραφὴν ὐπομνήματος χάριν
εἰς τὸ γυμνάσιον κ<α>τακεχώρικεν φι-
λοτιμίας ἕνεκεν καὶ τῆς λοιπῆς ἐ-
πιμελείας ἧς ἔχων διετέλεσεν εἰς
15 αὐτούς, πάλιν τε εἰς τὸ κϛʹ (ἔτος) καὶ ζκʹ
(ἔτος) και ηκʹ (ἔτος) ἀξιωθεὶς ὑπέμεινε γυ-
μνασιαρχῆσαι, καὶ τὴν ἁρμόζουσαν εὐ-
ταξίαν αὐτός τε συνετήρησεν καὶ
τοῦ τόπου καὶ τῶν ἀλειφομένων ἐ-
20 κτενέστερον καὶ φιλοτιμότερον ἔτι
πολλῶι προεστάτησεν τούς τε τῶι
Ἑρμεῖ καὶ Ἡρακλεῖ τιθεμένους ὑπὲρ
τοῦ βασιλέως γυμνικοὺς ἀγῶνας
συνευκοσμῶν κατὰ τὴν αὑτοῦ δύ-
25 ναμιν κα[τ]’ ἰδίαν ἐκτιθεὶς ἆθλα τὰ
καθήκοντα τοῖς ἀγωνιζομένοις,
ἐφ’ οἷς θεωροῦν τὸ κοινὸν πᾶσαν
προθυμίαν καὶ σπουδὴν ἐνδεικνύμε-
νον αὐτὸν ὑπὲρ τοῦ τόπου στεφάνους
30 τε χρυσοῦς περιτέθεικεν καὶ γραπτῇ
τετίμηκεν εἰκόνι Βάτωνα Φίλωνος
γυμνασιαρχήσαντα τὸ τρίτον καὶ τέ-
ταρτον καὶ πέμπτον ἑξῆς καὶ τὴν ἐν
τῶι προδεδηλωμένωι χρόνωι τῶν νέ-
35 ων προστασίαν εὐσχήμονά τε καὶ
πρέπουσαν ποιησάμενον· δεδόχθαι δὲ
καὶ νῦν ἐπαινέσαι τε αὐτὸν ἐπὶ τούτοις
καὶ προσεπιστεφανῶσαι πάλιν χρυσῶι
στεφάνωι, καὶ τοὺς μὲν χρυσοῦς στεφά-
40 νους εἰς λεύκωμα καταχωρίσαι, τὸ δὲ δό-
γμα τόδε ἀναγράψαι εἰς στήλην λιθί-
νην καὶ ἀναθεῖναι ἐν τῶι ἐπιφανεστά-
τωι τόπωι τοῦ γυμνασίου· προσαξιῶσαι
δὲ αὐτὸν καὶ εἰς τὸ θκʹ (ἔτος) ἔτι γυμνασιαρχῆ-
45 σαι, διότι τοῦτο πράξας ἔσται πᾶσι τοῖς
ἀλειφομένοις κεχαρισμένος.
Search Help
Contact Us