[ ] Delos — 126/5 BC
1 Θεόφραστον Ἡρακλείτου Ἀχαρνέα,
ἐπιμελητὴν Δήλου γενόμενον, Ἀθηναίων
καὶ Ῥωμαίων καὶ τῶν ἄλλων ξένων
[οἱ] κατοικοῦντες καὶ παρεπιδημοῦντες ἐν Δήλωι,
5 ἀρετῆς ἕνεκεν καὶ καλοκἀγαθίας καὶ τῆς πρὸς τοὺς
θεοὺς εὐσεβείας ἀνέθηκαν Ἀπόλλωνι.
Search Help
Contact Us