[ ] Delos — shortly after 127 BC
1 Ῥωμαίων οἱ εὐεργετηθέντες ναύκληροι
καὶ ἔμποροι ἐν τῆι γενομένῃ καταλή-
ψει Ἀλεξανδρείας ὑπὸ βασιλέως
Πτολεμαίου Θεοῦ Εὐεργέτου,
5 Λόχον Καλλιμήδου, τὸν συγγενῆ βασι-
λέως Πτολεμαίου καὶ βασιλίσσης
Κλεοπάτρας, ἀρετῆς ἕνεκεν καὶ
εὐεργεσίας τῆς εἰς ἑαυτούς,
         Ἀπόλλωνι.
Search Help
Contact Us