[ ] Delos — end 3rd/beg. 2nd. c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Χαρί-
λας Ἀριστοθάλου εἶπεν· ἐπειδὴ βασιλεὺς
Νάβις Δαμαράτου Λακεδαιμόνιος ἀνὴρ ἀγα-
θὸς ὢν διατελεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον
5 τὸν Δηλίων καὶ χρείας παρέχεται καὶ κοινῆι
τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν αὐ-
τῶι τῶν πολιτῶν εἰς ἃ ἄν τις αὐτὸν παρακαλεῖ·
δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· εἶναι βασι-
λῆ Νάβιν Δημαράτου Λακεδαιμόνιον πρόξε-
10 νον καὶ εὐεργέτην τοῦ τε ἱεροῦ καὶ Δηλίων καὶ
αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς ἐν Δήλωι
γῆς καὶ οἰκίας ἔνκτησιν καὶ πρόσοδον πρὸς τὴν
βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· ὑ-
πάρχειν δὲ αὐτῶι καὶ τὰ ἄλλα ὅσα δέδοται καὶ
15 τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τοῦ τε
ἱεροῦ καὶ Δηλίων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισ-
μα τὴν μὲν βουλὴν εἰς τὸ βουλευτήριον, τοὺς
[δὲ ἱεροποιοὺ]ς̣ ε̣ἰ̣ς̣ τὸ ἱερόν· Ἀντικράτης Τηλε-
[μνήστου ἐπεψήφισεν].
19a in corοna laurea
20 ὁ δῆμος
ὁ Δηλίων.
Search Help
Contact Us