[ ] Delos — ca. 230 BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Φίλιος Χαρίλα
εἶπεν· ἐπειδὴ [Βο]ῦκρις Δαίτα Ναυπάκτιος ἀνὴρ ἀγ[α]-
[θ]ὸς ὢν διατελε[ῖ] περί τε τὸ ἱερὸν καὶ Δηλίους κ[αὶ]
[λ]έγων ἀγαθὸν ὅ τ[ι] ἂν δύνηται καὶ πράττ[ων ὑπέρ τε]
5 τοῦ ἱεροῦ καὶ Δηλί[ω]ν καὶ κοινῆι τοῖς ἐντ[υγχάνουσιν]
Δηλίων καὶ ἰδίαι χρ[εί]ας διατελεῖ π[αρεχόμενος]
[ο]ὗ ἄν τις αὐτὸν παρακαλεῖ· πε[ρὶ δὴ τούτων δεδό]-
χθαι τῆι βουλῆι καὶ τ[ῶι δήμωι· εἶναι Βοῦκριν Δαίτα]
Αἰτωλὸν ἐκ Ναυπ[άκτου πρόξενον τοῦ τε ἱεροῦ]
10 καὶ Δηλίων· [εἶναι δὲ αὐτῶι ἐν Δήλωι ἀτέλει]-
αν καὶ προε[δρίαν ἐν τοῖς ἀγῶσιν? — — καὶ]
[πρ]όσο[δον πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον — —].
Search Help
Contact Us