[ ] Delos — 240-230 BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Βούλων Τύννω-
νος εἶπεν· ἐπειδὴ Ἄδμητος ὁ πρόξενος χρείας
πολλὰς καὶ μεγάλας παρέσχηται τῶι ἱερῶι καὶ
τῶι δήμωι τῶι Δηλίων καὶ κοινῆι καὶ καθ’ ἰδίαν
5 ἀεὶ τοῖς ἐντυνχάνουσιν αὐτῶι τῶν πολιτῶν·
ἵνα οὖν καὶ ὁ δῆμος εὐχάριστος ὢν φαίνηται,
ὅσοι τιμῶσι τὸ ἱερὸν καὶ εὐεργετεῖν αὐτοὺς
προείρηνται· τύχηι ἀγαθῆι· δεδόχθαι τῆι βουλῆι
καὶ τῶι δήμωι· ἀναθεῖναι εἰκόνας χαλκᾶς δύο τοῦ
10 προξένου Ἀδμήτου, τὴν μὲν εἰς τὸ ἱερόν, τὴν δὲ
εἰς Θεσσαλονίκην καὶ στῆσαι τὴν μὲν εἰς τὸ ἱε-
ρὸν π<αρὰ τὸν βωμὸν τοῦ Διὸς τοῦ Πολι-
έως> καὶ ἐπιγράψαι ἐπὶ τὴν εἰκόνα τὴν ἐπιγρα-
φὴν τήνδε· ὁ δῆμος ὁ Δηλίων Ἄδμητον Βόκρου Μα-
15 κεδόνα ἀρετῆς ἕνεκεν καὶ εὐσεβείας τῆς περ[ὶ]
τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον τὸν Δηλίων·
ἀποστεῖλαι δὲ καὶ πρεσβευτὴν ὅστις ἀφικόμενος
εἰς Θεσσαλονίκην τά τε ψηφίσματα ἀποδώσει κ[αὶ]
ἀξιώσει τὸν δῆμον τὸν Θεσσαλονικέων ὄντα φίλο[ν]
20 καὶ οἰκεῖον τοῦ δήμου τοῦ Δηλίων δοῦναι τόπον ὡς
βέλτιστον τῆι τε ἀναθέσει τοῦ στεφάνου καὶ τῆι
εἰκόνι τῆι Ἀδμήτου ἣν ἀνε̣[τ]ίθη ὁ δῆμος τὴν ἐπιγρα-
φὴν ἔχουσαν τὴν αὐτὴν ἣν καὶ ἐν Δήλωι, καὶ ὅτι
ταῦτα ποιήσαντες εὐχαρισστήσουσιν τῶι δή-
25 μωι τῶι Δηλίων. Κυνθιάδης Τελέσωνος ἐπεψήφι-
σεν. πρεσβευτὴς εἱρέθη Βούλων Τύννωνος.
Search Help
Contact Us