[ ] Delos — ca. 300-250 BC
1  θεοί.
[ἔδ]οξεν τεῖ βουλεῖ καὶ
[τῶι] δήμωι· Θαρσύνων ε-
[ἶπεν]· ἐπειδὴ Ἀντιγένης
5 [καὶ Ἀ]ντικράτης Ἀργ-
․․․․ος Λ[αρ]ισαῖοι ἄνδρ-
[ες] ἀγαθοί εἰσιν [π]ερί
τε τὸ ἱερὸν τὸ Δηλί[ων]
[κ]αὶ τὴν πόλιν καὶ ποι-
10 οῦσι ὅ τι δύνανται ἀγα-
[θόν· ε]ἶναι αὐτοὺς προ-
[ξένους καὶ] εὐεργέτα-
[ς τῆς] πόλεως τῆς Δηλ-
[ίων καὶ ε]ἶναι αὐτοῖς ἀτ-
15 [έλειαν κ]αὶ προεδρίαν
[καὶ γῆς ἔ]γκτησιν καὶ οἰ-
[κίας] καὶ πρόσοδον πρὸς
[τὴν β]ουλὴν καὶ τὸν δῆ-
[μον]· ὑπάρχειν δὲ αὐτοῖ-
20 [ς καὶ] τἄλλα ὅσαπερ τοῖ-
ς ἄλλοις προξένοις καὶ
εὐεργέταις τοῦ ἱεροῦ· ὅπ-
ως δὲ αὐτοῖς ὑπάρχει τὰ
ὑπὸ τοῦ δήμου ἐψηφισμέ-
25 να τὴμ βουλὴν τὴν ἀεὶ β[ου]-
λεύουσαν ἐπιμελεῖσθαι· [ἀ]-
ναγράψαι δὲ τὸ ψήφισμα
τὴμ μὲν βουλὴν εἰς τὸ βο[υ]-
λευτήριον, τοὺς δὲ ἱεροπο[ι]-
30 οὺς εἰς τὸ ἱερόν.
Search Help
Contact Us