[ ] Delos — ca. 280-260
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Στράτων εἶπεν· ἐπειδὴ Ἑρμαγόρας
Ἡρακλείδου Περγαμηνὸς ἀνὴρ
ἀγαθὸς ὢν διατελεῖ περὶ τὸ ἱερὸν
5 τὸ ἐν Δήλωι καὶ Δηλίους· δεδόχθαι
τῶι δήμωι· εἶναι πρόξενον Δηλίων
Ἑρμαγόραν Ἡρακλείδου Περγαμη-
νὸγ καὶ αὐτὸγ καὶ ἐκγόνους καὶ εἶ-
ναι αὐτοῖς ἀτέλειαν ἐν Δήλωι πάν-
10 των καὶ προεδρίαγ καὶ γῆς καὶ οἰκίας
ἔγκτησιν καὶ πρόσοδομ πρὸς τὴν
βουλὴν καὶ τὸν δῆμον πρώτοις
μετὰ τὰ ἱερὰ καὶ τὰ ἄλλα ὅσα[π]ε[ρ]
[κ]αὶ τοῖς ἄλλοις προξένοις καὶ εὐερ-
15 γέταις δέδοται παρὰ Δηλίων· ἀνα-
γράψαι δὲ τόδε τὸ ψήφισμα τὴμ μὲ[μ]
[β]ουλὴν εἰς τὸ βουλευτήριον, τοὺς
[δ]ὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν.
Search Help
Contact Us