1 | γηραλέην ψυχὴν ἐπ’ ἀκμαίῳ σώματι Γλαῦκος |
καὶ κάλλει κεράσας κρείττονα σωφροσύνην | |
ὄργια πᾶσιν ἔφαινε βροτοῖς φαεσίμβροτα Δηοῦς | |
εἰνάετες, δεκάτῳ δ’ ἦλθε πρὸς ἀθανάτους. | |
5 | ἦ καλὸν ἐκ μακάρων μυστήριον, οὐ μόνον εἶναι |
τὸν θάνατον θνητοῖς οὐ κακὸν ἀλλ’ ἀγαθόν. |
IG II²
3661