[ ]
Att. — non-stoich. 30-35 — 57/6
1 | [ἀγαθῆι τύχηι· ἐ]πὶ Διοκλέους τοῦ Διοκλέ[ο]- |
[υς ἄρχοντος], ταμιεύοντος Ἀρόπου τοῦ Σε- | |
[λεύκου — — —]ως Ἡροϊστῶν τῶν Διοτίμου | |
[καὶ Ζήνωνος? κ]αὶ Παμμένου, ὧν ἀρχερανιστὴς | |
5 | [Ζηνίων? Διοτί]μου Μαραθώνιος· ἔδοξεν τῶ[ι κοι]- |
[νῶι τῶν Ἡρ]οϊστῶν, προνοηθῆναι τῆς [προσ]- | |
[όδου ὅπω]ς οἱ ἀποδημοῦντες τῶν Ἡ[ροϊσ]- | |
[τῶν καθ’ ὁν]δηποτεοῦν τρόπον διδῶ[σι εἰς] | |
[τὴν θυσίαν?] δραχμὰς τρεῖς, οἱ δὲ ἐπιδη[μοῦν]- | |
10 | [τες καὶ] μὴ παραγινόμενοι ἐπάναγκ[ες] |
[ἀποδιδῶ]σι τὴν φορὰν τὰς ἓξ δραχμ[ὰς ἐ]- | |
[ὰν καὶ μὴ? λάβ]ωσιν τὰ μέρη· ἐὰν δὲ μὴ διδ[ῶσι] | |
[τὴν φοράν, ἔ]δοξεν μὴ μετέχειν αὐτο[ὺς] | |
[τοῦ ἐράν]ου ἐὰν μή τινι συμβῆι διὰ πέ[ν]- | |
15 | [θος ἢ διὰ ἀ]σθένειαν ἀπολειφθῆναι· ὁμ[οί]- |
[ως δὲ ἔδοξ]ε ἐμβιβάζειν ἐξεῖναι τοῖς [τε]- | |
[λοῦσιν ἔραν]ον δραχμῶν τριάκοντα κα[ὶ] | |
— — — — — ων ἓξ δραχμῶν καὶ μὴ π․c.3․ | |
․․․c.9․․․, ὑπὲρ τούτων δὲ ἀναδιδ[όν]- | |
20 | [αι τὴν ψῆφον — — — — — — — —] |