[ ] Att. — non-stoich. — fin. s. II a.
1 [ἐπὶ — — — ἄρχο]ντος· Μου[νιχιῶνος ἀγορᾶι]
[κυρίαι· ἔδοξεν τοῖς ὀ]ργεῶσιν· ἐ — — — — —
[— — — — εἶπεν]· ἐπειδὴ Ὀν[α]σ[ὼ] Θ̣έ̣[ωνος? πρό]-
[τερον μὲν ἱέρεια λα]χοῦσα εἰς τὸν ἐνιαυτὸν τὸν
5 [ἐπὶ — — — ἄρχον]τος v ὁμοίως δὲ κ[αὶ] πάλιν
[λαχοῦσα εἰς τὸν ἐπὶ] Ζηνίωνος ἄρχοντος ἐνιαυτὸν̣
[καλῶς καὶ εὐσεβῶς τὴ]ν ἱερωσύνην διεξήγαγεν προ-
[νοουμένη τῆς περὶ τὸ ἱε]ρὸν εὐκοσμίας καὶ τὰ λοιπὰ ἐ-
[φιλοτιμήθη ὅσα καθῆ]κον ἦν τεῖ θεῶι, ἔθυσεν δὲ καὶ
10 [τὰς καθηκούσας θυσίας] ἀλύπως τε πρὸς πάντας ἀν-
[εστράφη τοὺς ὀργεῶνας]· ἵνα οὖν καὶ οἱ ὀργεῶνες φα-
[ίνωνται τὴν ἀξίαν χάριν] ἀποδιδόντες ταῖς φιλοτ-
[ιμουμέναις τῶν λαγχανο]υσῶν ἱερειῶν εἰς τὴν
[θεόν, δεδόχθαι τῶι κοινῶι τῶν ὀρ]γεώνων, ἐπαινέσαι τὴν
15 [ἱέρειαν Ὀνασὼ καὶ στεφα]νῶσαι θαλλοῦ στεφά-
[νωι ἀρετῆς ἕνεκα καὶ εὐσεβεία]ς <τῆς> εἰς τὴν θεὸν καὶ φιλο-
[τιμίας τῆς εἰς τοὺς ὀργεῶνας· ἀ]ναθεῖναι δὲ αὐτῆς καὶ ε-
[ἰκόνα ἐν τῶι ναῶι, στεφαν]οῦν δὲ αὐτὴν καθ’ [ἑκάστ]-
[ην θυσίαν — — — καὶ] εἰς τὸν ἔπ[ειτα χρόνον —]
20 — — — — — — — — #⁷#⁷ — — — — — — —
Search Help
Contact Us