[ ] Att. — non-stoich. 32-41 — 175/4
1 ἀγαθεῖ τύχει· ἐπὶ Σωνίκου ἄρχοντος, Μουνι-
χιῶνος ἀγορᾶι κυρίαι· Ὀνησίκριτος Διοκλέ-
ους Πειραιεὺς εἶπεν· ἐπειδὴ Χαιρέας εὔνους ὢν
διατελεῖ ἐν παντὶ καιρῶι τοῖς ὀργεῶσιν, κατα-
5 σταθεὶς δὲ καὶ γραμματεὺς ὑπ’ αὐτῶν ἀπὸ
Θεοξένου ἄρχοντος οὐθὲν ἐνλέλοιπεν φιλο-
τιμίας συναύξων τε διατετέλεκεν τοῖς ὀρ-
γεῶσιν τὴν σύνοδον, πεφρόντικεν δὲ καὶ θερα-
πήας τοῦ ἱεροῦ πλεονάκις, οὐκ ἀπολέλιπται δὲ
10 οὐδ’ ἐν ἐπιδόσει οὐδεμιᾶι, εἰσήνενκεν δὲ καὶ
ψηφίσματα ἐπὶ τῶι συνφέροντι ἵνα συνσταλῶ-
σιν αἱ λίαν ἄκαιροι δαπάναι, ἐφρόντισεν δὲ τοῦ καὶ
τοὺς δημοτικοὺς μετέχειν τῶν δεδομένων ὑπὸ
τῶν ὀργεώνων φιλανθρώπων, διατετέλεκεν δὲ καὶ
15 συνλειτουργῶν ἐν τοῖς ἀγερμοῖς καὶ ταῖς στρωσε-
σιν ταῖς ἱερήαις, προευχρήστηκεν δὲ καὶ διάφορον
πλεονάκις ἄτοκον ἀποδημοῦντος τοῦ ταμίου, ἐπαγ-
γέλλεται δὲ καὶ εἰς τὸν λοιπὸν χρόνον συνφροντι-
εῖν εἰς ὃ ἂν αὐτὸν παρακαλῶσιν οἱ ὀργεῶνες· ἵνα οὖν
20 ἐφάμιλλον ᾖ τοῖς ἀεὶ φιλοτιμουμένοις, εἰδότες ὅ-
τι χάριτας ἀξίας κομιοῦνται ὧν ἂν εὐεργετήσω-
σιν, ἀγαθεῖ τύχει, δεδόχθαι τοῖς ὀργεῶσιν, ἐπαι-
νέσαι Χαιρέαν Διονυσίου Ἀθμονέα καὶ στεφανῶ-
σαι αὐτὸν θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκεν καὶ
25 εὐσεβήας εἴς τε τὰς θεὰς καὶ τοὺς ὀργεῶνας καὶ
ἀναγορεύειν τὸν στέφανον τῇ θυσίαι τοῦ Μουνιχι-
ῶνος ὅταν καὶ τὰς ἱερείας, δοῦναι δὲ αὐτῶι καὶ ἰκό-
νος ἀνάθεσιν ἐν τῶι ναῶι. ἀναγράψαι δὲ τόδε τὸ ψήφι-
σμα εἰς στήλην λιθίνην καὶ στῆσαι ἐν τεῖ αὐλεῖ
30                 τοῦ ἱεροῦ.
30a in corona:
31                οἱ ὀργεῶνες
               Χαιρέαν
               Διονυσίου
               Ἀθμονέα.
Search Help
Contact Us