[ ]
Att. — non-stoich. 35-45 — c. 176/5
θεοί. | |
1 | ἀγαθεῖ τύχει· ἐπὶ Ἱππάκου ἄρχοντος, Ποσιδεῶ- |
νος ἀγορᾶι κυρίαι· Σόλων Ἑρμογένου Χολαργεὺς | |
εἶπεν· ἐπειδὴ συμβέβηκεν Διονυσίωι μεταλλά- | |
ξαι τὸν βίον ἀποδεδειγμένωι ἐμ πολλοῖς ἣν ἔ- | |
5 | χων εὔνοιαν διετέλει πρὸς ἅπαντας τοὺς τὴν |
σύνοδον φέροντας τῶι θεῶι, αἰεί τινος ἀγαθοῦ πει- | |
[ρ]ώμενος παραίτιος γίνεσθαι καὶ ἰδίαι καὶ κοινεῖ | |
[φ]ιλάγαθος ὢ[ν] ἐμ παντὶ καιρῶι· ὃς γοῦν προτι- | |
μηθεὶς ὑπὸ τῶν Διονυσιαστῶν καὶ λαβὼν τὴν ἱε- | |
10 | ρεωσύνην τοῦ θεοῦ καὶ κατασταθεὶς ταμίας τάς |
τε κοινὰς προσόδους ἐπηύξησεν ἐκ τῶν ἰδίων | |
ἐπιδοὺς αὐτοῖς ἀργυρίου χιλίας δραχμὰς καὶ τό- | |
πον μετὰ τῆς ἄλλης χορηγίας πάσης εἰς ὃν συν- | |
ιόντες θύσο[υ]σιν κατὰ μῆνα ἕκαστον τῶι θεῶι κα- | |
15 | τὰ τὰ πάτρια, ἐπέδωκεν δὲ καὶ ἄλλας ἀργυρίου |
πεντακοσίας δραχμὰς ἀφ’ ὧν κατεσκευάσατο τὸ | |
ἄγαλμα τοῦ Διονύσου τοῖς ὀργεῶσιν καὶ προσιδρύ- | |
σατο κατὰ τὴν μαντείαν τοῦ θεοῦ, καὶ περὶ ἁπάντων | |
τούτων ὑπά[ρ]χουσιν αἱ ἀποδείξεις ὑπὲρ τἀνδρὸς σα- | |
20 | φεῖς διὰ τῶν χρηματισμῶν εἰς τὸν ἅπαντα χρόνον· |
ἀνθ’ ὧν ἐπιγνόντες οἱ Διονυσιασταὶ ἐτίμησαν | |
αὐτὸν ἄξιον ὄντα καὶ ἐστεφάνωσαν κατὰ τὸν | |
νόμον· ἵνα ο[ὖ]ν φαίνωνται οἱ τὴν σύνοδον φέρον- | |
τες μεμνη[μ]ένοι αὐτοῦ καὶ ζῶντος καὶ μετηλλα- | |
25 | χότος τὸν β[ίο]ν τῆς πρὸς αὐτοὺς μεγαλοψυχίας |
καὶ εὐ[νοίας κ]αὶ ἀντὶ τούτων φανεροὶ ὦσιν τιμῶν- | |
τες τοὺς ἐξ [ἐκ]είνου γεγονότας, ἐπειδὴ συμβαί- | |
νει διαδόχους αὐτὸν κ[α]ταλελοιπέναι πάντων | |
τῶν ἐν δόξ[ε]ι καὶ τιμεῖ αὐτῶι ὑπ[α]ρχόντων, περὶ ὧν | |
30 | καὶ ὁ νόμος τῶν ὀργεώνων καλεῖ πρῶτ[ον ἐ]πὶ [ταῦ]- |
τα τὸν πρεσβύτατον τῶν ὑῶν, καθὼς καὶ προεισ[ῆ]- | |
κται ἐπὶ τὴν χώραν τἀδελφοῦ Καλλικράτου ζῶν- | |
τος τοῦ πατρός· δεδόχθαι τοῖς ὀργεῶσιν, τὴν ἱερεω- | |
[σύ]νην τοῦ Δ[ι]ονύσου δεδόσθαι Ἀγαθοκλεῖ Διονυσίου | |
35 | [Μα]ραθωνίωι καὶ ὑπάρχειν αὐτῶι διὰ βίου ἐπὶ ταῖς |
[τιμ]αῖς ταῖς αὐταῖς αἷς ἐτετίμητο καὶ ὁ πατὴρ αὐ- | |
[τοῦ], ἐπειδὴ ὑπομεμένηκεν τὴν ταμιείαν εἰς τὸν | |
[με]τὰ ταῦτα χρόνον διεξάξειν καὶ ἐπαυ[ξ]ήσειν τὴν | |
[σύνο]δον διδοὺς εἰς ταῦτα ἑαυτὸν ἀπ[ροφ]ασίστως, | |
40 | [βουλ]όμενος ἀποδείκνυσθαι τὴν ἑαυτοῦ εὔνοιαν |
[καὶ] καλοκαγ[α]θίαν πρὸς ἅπαντας τοὺς Διονυσιαστά[ς], | |
[εἰσή]γαγεν [δ]ὲ καὶ τὸν ἀδελφὸν αὐτοῦ Διονύσιον Διο- | |
νυσίου Μαρα[θ]ώνιον εἰς τὴν σύνοδον ἐπὶ τὰ τοῦ πατρ[ὸς] | |
ὑπάρχοντα [μ]εθέξοντα τῶν κοινῶν κατὰ τὸν νόμο[ν]· | |
45 | φροντίσαι δὲ τοὺς ὀργεῶνας ὅπως ἀφηρωϊσθεῖ Δι[ο]- |
νύσιος καὶ ἀ[ν]ατεθεῖ ἐν τῶι ἱερῶι παρὰ τὸν θεόν, ὅπου κα[ὶ] | |
ὁ πατὴρ αὐτοῦ, ἵνα ὑπάρχει κάλλιστον ὑπόμνημα αὐτοῦ | |
εἰς τὸν ἅπαντα χρόνον. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐ[ν] | |
στήλει λιθίνει καὶ στῆσαι παρὰ τὸν νεὼ τοῦ θεοῦ, τὸ δὲ | |
50 | γενόμενον ἀνάλωμα εἰς τὴν στήλην καὶ τὴν ἀνάθεσιν |
μερίσαι τὸν [τ]αμίαν. ταῦτα Σόλων εἶπεν. |