[ ]
Att. — non-stoich. 28-34 — c. 213/2
θεοί. | |
1 | ἐπὶ Ἡρακλείτου ἄρχοντος· Μουνιχιῶνος |
ἀγορᾶι κυρίαι· vv Παράμονος Παρμενίσκου | |
Ἐπιεικίδης εἶπεν· ἐπειδὴ Γλαῦκον ἱέ- | |
ρεια λαχοῦσα εἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ | |
5 | Εὐφιλήτου ἄρχοντος κ[α]λῶς καὶ εὐσεβῶς |
τὴν ἱερωσύνην ἐξήγαγεν καὶ τὰ λοιπὰ | |
ἐφιλοτιμήθη ὅσα προσῆκεν τεῖ θεῶι, | |
ὅπως ἂν οὖν καὶ οἱ ὀργεῶνες φαίνωνται | |
10 | χάριν ἀποδιδόντες ταῖς φιλοτιμουμέ- |
ναις τῶν λαγχανουσῶν ἱερειῶν εἴς τε | |
τὴν θεὸν καὶ εἰς τὸ κοινὸν τῶν ὀργεώνων, | |
ἀγαθεῖ τύχει δεδόχθαι τοῖς ὀργεῶσιν, | |
ἐπαινέσαι τὴν ἱέρειαν Γλαῦκον καὶ | |
15 | στεφανῶσαι θαλλοῦ στεφάνωι εὐσε- |
βείας ἕνεκεν τῆς εἰς τὴν θεὸν καὶ φιλο- | |
τιμίας τῆς εἰς ἑαυτούς· v ἀναθεῖναι δὲ | |
αὐτῆς καὶ εἰκόνα ἐν τῶι ναῶι· στεφανοῦν | |
δὲ καὶ εἰς τὸν ἔπειτα χρόνον κατ’ ἐνιαυ- | |
20 | τὸν καθ’ ἑκάστην θυσίαν καὶ ἀναγορεύειν |
τὸν στέφανον αὐτῆς τοὺς ἐπιμελητάς. v ἀνα- | |
[γρ]άψαι δὲ τόδε τὸ ψήφισμα τοὺς ὀργεῶνας | |
ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶι τεμέ- | |
νει [τῆς θεο]ῦ. | |
24a | vacat 0.145 |
25 | οἱ ὀργεῶνες |
τὴν ἱέρειαν | |
Γλαῦκον. | |
vacat 0.355 |