Honorific inscription for L. Nonnius Aristodamos. Statue base of white marble.
[ ]
Kos Isl. — Kos — aft. 54 AD — A. Maiuri, NSER (1925) 462 — F. Canali de Rossi, ISE III (2002) 154
See also:
1 | ἁ βουλὰ καὶ ὁ δᾶμος [ἐτεί]- |
μασεν Λούκιον Νών̣[ιον Ἀρισ]- | |
τοκλέους υἱόν, Κορνηλ̣[ία], | |
Ἀριστόδαμον, φιλοκαίσαρα, [μο]- | |
5 | ναρχεῦντα καὶ ἐκθύσαντα το[ῖς] |
Σεβαστοῖς καὶ τοῖς ἄλλοις θεοῖς [εὐσε]- | |
βῶς, εὐνόως δὲ καὶ φιλοτείμως ποτ[ε]- | |
νεχθέντα τᾶι πατρίδι ἱερέα ἐπὶ βίου Τιβερί- | |
ου Καίσαρος Σεβαστοῦ καὶ Τιβερίου Κλαυ- | |
10 | δίου Καίσαρος Γερμανικοῦ Σεβαστοῦ θε- |
οῦ καὶ τοῦ Δάμου, ἱερέα κατὰ γένος Πυθο- | |
[κ]λείων, ἀγωνοθετήσαντα κατὰ Σεβα[σ]- | |
τὰ Ἀσκλάπεια μεγάλα, πρεσβεύσαν- | |
τα πολλάκις δωρεὰν ὑπὲρ τᾶς πατρί- | |
15 | δος ἐς Ῥώμαν ποτὶ τὸς Σεβαστὸς |
καὶ τὰν σύνκλητον καὶ ἐς τὰν Ἀσίαν | |
ποτὶ τὸς ἁγεμόνας, τιμᾶς χάριν | |
τᾶς ἐς αὐτόν τὸν δὲ ἀνδριάντα | |
κατασκευάσαντες ἐκ τῶν ἰδίων ἀνέ- | |
20 | θηκαν Νωνία Λουκίου θυγάτηρ Τερ- |
τία τοῦ ἑαυτᾶς θρέψαντος, καὶ Λ̣[ού]- | |
[κ]ιος Νώνιος Ἔβενος τοῦ ἑαυτ[οῦ πά]- | |
[τρ]ωνος, εὐσεβίας καὶ εὐχαριστί[ας ἕνεκα]. |