Honorific decree for ephebes and their instructors.  Stele of white marble, preserved on the right. Non-stoich. c. 78.
[ ] Attica — Athens — Agora — ca. 185 BC — Hesperia 51 (1982) 58, 2 — SEG 32.129
See also:
1 [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — καθήκει δὲ]
[τιμᾶν τοὺς ἀξίους καὶ προκαλεῖσθαι τοὺς νεωτέρους ἐπὶ τὴν ὁμοίαν αἵρεσιν, ὅπως ἐφάμιλλον εἶ τοῖς ἐφη]-
[βεύουσιν ἀεὶ πείθεσθαι τοῖς ὑπὸ τοῦ δήμου καθισταμένοις ἐπὶ τὴν ἑαυτῶν εὐκο]σμίαν, φα[ίνωνται δὲ καὶ]
[ἡ βουλὴ καὶ ὁ δῆμος τιμῶντες τοὺς ἀξίους, ἀγαθεῖ τύχει, δεδόχθαι τεῖ βουλεῖ· τ]οὺς λαχόντα[ς προέδρους]
5 [εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβά]λλεσθαι τῆς [βουλῆς εἰς τὸν]
[δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ ἐπαινέσαι τοὺς ἐφήβους τοὺς ἐπὶ — c.6 — ἄρχοντος] καὶ στε[φανῶσαι αὐτοὺς χρυ]-
[σῶι στεφάνωι εὐσεβείας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ εὐταξίας, ἣν ἔχοντε]ς διατετ[ε]λ[έκασιν ἐν ὅλωι τῶι]
[ἐνιαυτῶι καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον, καὶ ἀνειπεῖν τὸν στέφαν]ον τοῦτον Δι[ονυσίων τε τῶν]
[ἐν ἄστει καινοῖς τραγωιδοῖς καὶ Παναθηναίων καὶ Ἐλευσινίων καὶ Πτολεμαίω]ν τοῖς γυμνικ[οῖς ἀγῶσιν· τῆς]
10 [δὲ ποιήσεως τῶν στεφάνων καὶ τῶν ἀναγορεύσεων ἐπιμεληθῆναι τοὺς στρατ]ηγοὺς κ[α]ὶ̣ τὸν [ταμίαν τῶν]
[στρατιωτικῶν· ὑπάρχειν δὲ αὐτοῖς καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν οἷς ἡ πόλι]ς τίθησιν· [τὸν δὲ ἀρχιτέκτο]-
[να τὸν ἀεὶ χειροτονούμενον κατανέμειν αὐτοῖς τὸν τόπον καθάπερ ἀξιοῦσιν· ἐπ]εὶ δ<ὲ> κα̣ὶ [ὁ κοσμητὴς αὐτῶν]
[ἀπολελόγισται πειθαρχοῦντας ἑαυτῶι πολλὰ καὶ χρήσιμα διατετελέσθαι τῶι δή]μωι πρὸ[ς ἀσφάλειαν καὶ φυ]-
[λακὴν καὶ ἀξιοῖ τὴν βουλὴν καὶ τὸν δῆμον δοθῆναι αὐτοῖς ἆθλόν τι τῆς κακοπαθίας ἀ]νάθ[ημα, δεδόσθαι αὐτοῖς]
15 [καθάπερ ἀξιοῖ ὁ κοσμητὴς ὃ ἂν φαίνηται τῶι δήμωι τιμῆς ἕνεκεν καὶ τούτου τὴν ἀνάθε]σιν ἐ[ν Λυκείωι ὑπάρχειν]
[μνημεῖον τῆς φιλοπονίας καὶ εὐταξίας καὶ ἐπιγράψαι τὰ ὀνόματα αὐτῶν πατρόθεν] κα[ὶ το]ῦ δή[μου καὶ τοῦ κο]-
[σμητοῦ καὶ τῶν διδασκάλων· ἐπαινέσαι δὲ καὶ τὸν κοσμητὴν αὐτῶν — — — — — — — — c.28 — — — — — — — —]
[— c.8 — ἕνεκεν καὶ φιλοτιμίας, ἣν ἔχων διατελεῖ πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον] Ε[— c.2 —]Ο[— 1-2 —]Τ[— — c.13 — —]
[— c.4 — καὶ στεφανωθῆναι κατὰ τὸν νόμον· ἐπαινέσαι δὲ καὶ τοὺς διδασκάλους αὐτῶν, τόν τε] παι[δοτρίβην Ἑρμόδω]-
20 [ρον Ἑορτίου Ἀχαρνέα καὶ τὸν ὁπλομάχον Περσαῖον Συμμάχου Κικυννέα καὶ τὸν ἀκοντι]στὴν [Νικόμαχον Νικο]-
[μάχου Ἀφιδναῖον καὶ τὸν καταπελταφέτην Πεδιέα Νεάνδρου ἐκ Κεραμέων καὶ τὸν το]ξότην [Σῶσον Προξένου]
[Σφήττιον καὶ τὸν γραμματέα — — — — c.20 — — — — καὶ στεφανῶσαι ἕκαστον] αὐτῶν [θαλλοῦ στεφάνωι]·
[ἀναγράψαι δὲ τὸ ψήφισμα τόδε τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθ]ί̣ν̣ει κ[αὶ τὰ ὀνόματα τῶν]
[ἐφήβων κατὰ φυλὰς καὶ στῆσαι ἐν ἀγορᾶι· τὸ δὲ γενόμενον ἀνάλωμα — — — — — — — — — — — — — — —]
Search Help
Contact Us