Honorific decree for the prytaneis of Leontis.  Upper part of a pedimental stele of gray marble. Non-stoich. c. 57.
[ ] Attica — Athens — Agora — 181/0 BC — B.D. Meritt, The Athenian Year (1961) 195, 3 — SEG 21.440 — Agora XV 167
See also:
1 ἐπὶ Ἱππίου ἄρχοντο̣ς, ἐπὶ τῆς Λεωντίδος ἕκτης πρυτανείας, ἧ[ι Θεοδ]ό̣σ̣[ιος]
Ξενοφάντου ΛαμπτρεὺςI ἐγραμμάτευεν· Ποσιδεῶνος ἐμβολίμου ἑν̣δεκά-
τει, ἐνάτει καὶ εἰκοστεῖ τῆς πρυτανείας· βουλὴ ἐμ βουλευτηρίωι σύνκλητος
στρατηγῶν παραγγειλάντων καὶ ἀπὸ βουλῆς ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· vv
5 τῶμ προέδρων ἐπεψήφιζεν Ἀμεινίας Ξάνθου Μαραθώνιος καὶ συμπρόεδροι· v
ἔδοξεν τῶι δήμωι· v Λακράτης Μέ̣ντορος Περιθοίδης εἶπεν· ὑπὲρ ὧν ἀπαγ-
γέλλουσιν οἱ πρυτάνεις τῆς Λεωντίδος ὑπὲρ τῶν θυσιῶν, ὧν ἔθυον τὰ πρὸ τῶν
ἐκκλησιῶν τῶι τε Ἀπόλλωνι τῶι Προστατηρίωι καὶ τεῖ Ἀρτέμιδι τεῖ Βουλαίαι
καὶ τοῖς ἄλλοις θεοῖς, οἷς πάτριον ἦν, v ἀγαθεῖ τύχει, δεδόχθαι τῶι δήμωι· τὰ
10 μὲν ἀγαθὰ δέχεσθαι τὰ γεγονότα ἐν τοῖς ἱεροῖς, οἷς ἔθυον ἐφ’ ὑγιείαι καὶ σωτη-
ρίαι τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν συμμάχων· ἐπειδὴ δὲ οἱ πρυτάνεις
τάς τε θυσίας ἔθυσαν ἁπάσας, ὅσαι καθῆκον ἐν τεῖ πρυτανείαι καλῶς καὶ φι-
λοτίμως, ἐπεμελήθησαν δὲ καὶ τῆς συλλογῆς τῆς τε βουλῆς καὶ τοῦ δήμου
καὶ τῶν ἄλλων ἁπάντων, ὧν αὐτοῖς προσέταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσμα-
15 τα το̣ῦ δήμου· ἐπαινέσαι τοὺς πρυτάνεις τῆς Λεωντίδος καὶ στεφανῶσαι χρυ-
σῶι στεφάνωι κα̣τὰ τὸν νόμον εὐσεβείας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ φιλο-
[τιμίας τῆς] ε̣[ἰς τὴν βου]λ̣ὴν [καὶ τὸ]ν δῆμον τὸν Ἀθηναίων· ἀναγράψαι δὲ τόδε τὸ
[ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτ]α̣νεία̣ν ἐν στήλει λιθίνει καὶ στῆ-
[σαι ἐν τῶι πρυτανικῶι — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us