Honorific decrees for Eumaridas of Kydonia and his son Charmion. Pedimental stele of white marble, broken at the bottom; inscriptions in a single hand (shortly after 193/2 BC). Non-stoich. c. 42-45.
[ ]
Attica — Athens — Agora — 228/7 (I), 211/0 (II), 193/2 (III) BC — IG II² 844 w. Add. p. 668 — Syll.³ 535-357 — A. Bielman, Retour à la liberté (1994) 119, 31 (I)
See also:
I.1 | θεοί· |
ἐπὶ Ἡλιοδώρου ἄρχοντος, ἐπὶ τῆς Κεκροπίδος ἑνδεκά- | |
της πρυτανείας· Θαργηλιῶνος· Λυσίστρατος Φυλαρχί- | |
δου Οἰ̣ναῖος εἶπεν· ἐπειδὴ Εὐμαρ〚․〛ίδας πρότερόν τε v | |
5 | καθ’ ὃν καιρὸν συνέβη Βοῦκριν καταδραμόντα τὴν χώ- |
ραν καταγαγεῖν εἰς Κρήτην τῶν τε πολιτῶν πλείους κα[ὶ] | |
τῶν ἄλλων τῶν ἐκ τῆς πόλεως, πολλὰς καὶ μεγάλας χρεί- | |
ας παρέσχετο τῶι δήμωι καὶ προεισήνεγκε χρήματα ἐ- | |
κ τῶν ἰδίων εἰς τὰ εἴκοσι τάλαντα τὰ συνφωνηθέντα ὑπὲρ | |
10 | τῶν αἰχμαλώτων, ἐδάνεισε δὲ καὶ τοῖς ἁλοῦσιν εἰς ἐφόδια, |
καὶ νῦν ἀποστείλαντος τοῦ δήμου πρεσβευτάς, ὅπως τά | |
τε φιλάνθρωπα διαμένει πρὸς πάντας Κρηταιεῖς καὶ ἵνα, | |
εἴ που λάφυρον ἀποδέδοται τοῖς καταπλέουσιν, ἀρθεῖ τοῦ- | |
το, συνηγόρησεν εἰς τὸ πάντα πραχθῆναι τὰ συνφέροντα | |
15 | τῶι δήμωι, συνεπρέσβευσεν δὲ καὶ εἰς Κνωσὸν καὶ τοὺς συμμά- |
χους, ἔδωκε δὲ καὶ ἐπιστολὰς τοῖς πρεσβευταῖς εἰς Πολύ%⁸⁰- | |
ρηνα πρὸς τοὺς φίλους, ὅπως συνπραγματεύωνται μετ’ αὐ%⁸⁰- | |
τῶν περὶ τῶν συμφερόντων, ἀναδέχεται δὲ τὴν πᾶσαν ἐπιμέ- | |
λειαν ποιήσεσθαι τοῦ δια̣μένειν τὰ φιλάνθρωπα τῶι δήμω[ι] | |
20 | πρὸς τοὺς οἰκοῦντας ἐγ Κρήτει πάντας· ὅπως ἂν οὖν καὶ ὁ δῆ- |
μος φαίνηται τιμῶν τοὺς ἀποδεικνυμένους, ἣν ἔχουσιν αἵ- | |
ρεσιν ἐμ παντὶ καιρῶι, ἀγαθεῖ τύχει, δεδόχθαι τῶι δήμωι· | |
ἐπαινέσαι Εὐμ<⁶¹αρί>⁶¹δαν Πανκλέους Κυδωνιάτην καὶ στεφα- | |
νῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον εὐνοίας ἕ- | |
25 | νεκα καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸ[ν] |
Ἀθηναίων, στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν ἀκροπό%⁸⁰- | |
λει· εἶναι δ’ αὐτῶι καὶ εἰς τὸ λοιπὸν χρείας παρεχομένωι | |
τιμηθῆναι καταξίως, ὧν ἂν εὐεργετήσει· ἀναγράψαι δὲ τό- | |
δε τὸ ψήφισμα τὸν γραμματέα τοῦ δήμου εἰς στήλην λιθί%⁸⁰- | |
30 | νην καὶ στῆσαι παρὰ τὴν εἰκόνα· τὸ δὲ γενόμενον ἀνάλωμα |
εἰς τὴν ἀνάθεσιν τῆς εἰκόνος καὶ τῆς στήλης μερίσαι τὸν | |
ταμίαν τῶν στρατιωτικῶν καὶ τοὺς ἐπὶ τεῖ διοικήσει. vv | |
vacat 0,011 | |
II.33 | ἐπὶ Ἀρχελάου· Ἀνθεστηριῶνος ἐμβολίμου· Διονύσιος Θεο- |
φίλου Ἐλαιούσιος εἶπεν· ἐπειδὴ διὰ τὴν εὔνοιαν, ἣν ἔχων δια%⁸⁰- | |
35 | τελεῖ πρὸς τὸν δῆμον Εὐμαρίδας Κυδωνιάτης πρότερον μὲν |
ὁ δῆμος ἐψηφίσατο ἀναθεῖναι αὐτοῦ εἰκόνα, νῦν δὲ Εὐρυκλεί- | |
δης καὶ Μικίων ἐμφανίσαντες περὶ αὐτοῦ τὰς χρείας, ἃς π[α]- | |
ρέχεται ἀξιοῦσι δοθῆναι τὴν ἀνάθεσιν ἐν τῶι τεμένει το[ῦ] | |
Δήμου καὶ τῶν Χαρίτων, ἀγαθεῖ τύχει, δεδόχθαι τῶι δήμωι· δε- | |
40 | δόσθαι Εὐμαρίδαι τὴν ἀνάθεσιν τῆς εἰκόνος, ἧς πρότερον ἐ%⁸⁰- |
ψήφισ<⁶¹ται>⁶¹ ὁ δῆμος ἐν τῶι τεμένει τοῦ Δήμου καὶ τῶν Χαρίτων, | |
κ̣αθάπερ αἰτοῦνται αὐτῶι Εὐρυκλείδης καὶ Μικίων· εἶναι δὲ | |
καὶ τὰς λοιπὰς τὰς ἐψηφισμένας τιμὰς αὐτῶι κυρίας. vvvvv | |
{²in corona oleaginea:}² | |
44 | ἡ βου̣λ̣ή, |
45 | ὁ δῆμος |
Εὐμαρίδαν | |
Πανκλέους | |
Κυδωνιάτην. | |
III.49 | ἐπὶ Φαναρχίδου ἄρχοντος, ἐπὶ τῆς Πανδιονίδος τρίτης |
50 | πρυτανείας· Βοηδρομιῶνος· Νικίας Πολυ[ξ]ένου Πόριος εἶπεν· |
ἐπειδὴ Χαρμίων ὑὸς ὢν Εὐμαρίδου τοῦ Κυδωνιάτου προξέ[%⁸⁰]- | |
νου καὶ εὐεργέτου ὄντος ἄξιον ἑαυτὸν παρασκευάζων τῶ[ν] | |
δεδομένων τῶι πατρὶ αὐτοῦ τιμῶν καταπλεύσας εἰς τὸν v | |
Πειραιᾶ θεωρὸς ἀπεσταλμένος εἰς Δελφοὺς ὑπὸ τῶν πολιτῶν | |
55 | προσαγαγόντων αὐτὸν τῶν στρατηγῶν ἀπολελόγισται τεῖ |
βουλεῖ τήν τε πατρικὴν εὔνοιαν καὶ τὰ ὑφ’ ἑαυτοῦ πεπρα%⁸⁰%⁸⁰- | |
γμένα, καὶ εἰς τὸ λοιπὸν ἐπαγγέλλεται χρήσιμος ἔσεσθαι v | |
καὶ ἰδίαι καὶ κοινεῖ τοῖς παραγινομένοις εἰς Κρήτην Ἀθηναί- | |
ων· ὅπως ἂν οὖν ἐμ παντὶ καιρῶι τὰ φιλάνθρωπα πρὸς τοὺς ἀξίους | |
60 | πράττηται καὶ νῦν καθάπερ καὶ πρότερον, τύχει ἀγαθεῖ, δεδόχθαι |
τεῖ βουλεῖ· τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκ- | |
κλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι | |
τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ τοὺς μὲν στρα- | |
τηγοὺς ἀποστεῖλαι ξένια Χαρμίωνι Εὐμαρίδου καὶ τοῖς πα- | |
65 | ραγεγονόσι μετ’ αὐτοῦ συνθεώροις καὶ τῶι ὑῶι αὐτοῦ Εὐμαρίδαι, |
τὸν δὲ ταμίαν τῶν στρατιωτικῶν μερίσαι τὸ γενόμενον ἀνά- | |
[λ]ωμα κατὰ τὴν διάταξιν· ὑπάρχειν δ’ αὐτῶι καὶ τὴν πατρικὴν | |
[π]ροξενίαν καὶ τοῖς ἐκγόνοις· εἶναι <δ’> αὐτῶι καὶ εἰς τὸ λοιπὸν τῆ[ς] | |
[ἰδ]ί̣ας αἱρέσεως ποιουμένωι τὴν ἀπόδειξιν εὑρέσθαι ἀγαθὸν | |
70 | παρὰ τῆς βουλῆς καὶ τοῦ δήμου, ὅτου ἂμ φαίνηται ἄξιος εἶναι. |
vacat 0,21 |