face A | ramus oleagineus |
1 | Διὸς Φρατρίο |
ἱερεὺς Θεόδωρος Εὐφαντίδο vv ἀν- | |
έγραψε καὶ ἔστησε τὴν στήλην. v | |
ἱερεώσυνα τῶι ἱερεῖ διδόναι τ- | |
5 | άδε· ἀπὸ τὸ μείο κωλῆν, πλευρόν, ὀ͂- |
ς, ἀργυρίο ΙΙΙ v ἀπὸ τὸ κορείο κωλῆ- | |
ν, πλευρόν, ὀ͂ς, ἐλατῆρα χοινικια- | |
ῖον, οἴνο ἡμίχον, ἀργυρίο 𐅂· vacat | |
τάδε ἔδοξεν τοῖς φράτερσι ἐπὶ | |
10 | Φορμίωνος ἄρχοντος Ἀθηναίοι- |
ς, φρατριαρχο͂ντος δὲ Παντακλέ- | |
ος ἐξ Οἴο. vacat | |
Ἱεροκλῆς εἶπε· ὁπόσοι μήπω διεδικάσ- | |
θησαν κατὰ τὸν νόμον τὸν Δημοτιωνιδ- | |
15 | ῶν, διαδικάσαι περὶ αὐτῶν τὸς φράτερ- |
ας αὐτίκα μάλα ὑποσχομένος πρὸς το͂ Δ- | |
ιὸς το͂ Φρατρίο φέροντας τὴν ψῆφον ἀπ- | |
ὸ το͂ βωμο͂· ὃς δ’ ἂν δόξηι μὴ ὢν φρατὴρ ἐσα- | |
χθῆναι, ἐξαλειψάτω τὸ ὄνομα αὐτο͂ ὁ ἱερ- | |
20 | εὺς καὶ ὁ φρατρίαρχος ἐκ το͂ γραμματεί- |
ο ἐν Δημοτιωνιδῶν καὶ το͂ ἀντιγράφ- | |
ο δὲ ἐσαγαγὼν τὸν ἀποδικασθέντα ὀφε- | |
ιλέτω ἑκατὸν δραχμὰς ἱερὰς τῶι Διὶ τ- | |
ῶι Φρατρίωι, ἐσπράττεν δὲ τὸ ἀργύριο- | |
25 | ν τοῦτο τὸν ἱερέα καὶ τὸν φρατρίαρχο- |
ν ἢ αὐτὸς ὀφείλεν. τὴν δὲ διαδικασίαν | |
τὸ λοιπὸν ἐ͂ναι τῶι ὑστέρωι ἔτει ἢ ὧι ἂ- | |
ν τὸ κόρεον θύσηι, τῆι Κορεώτιδι Ἀπατ- | |
ορίων. φέρεν δὲ τὴν ψῆφον ἀπὸ το͂ βωμο͂. ἐ- | |
30 | ὰν δέ τις βόληται ἐφεῖναι ἐς Δημοτιων- |
ίδας ὧν ἂν ἀποψηφίσωνται, ἐξεῖναι αὐ- | |
τῶι· ἑλέσθαι δὲ ἐπ’ αὐτοῖς συνηγόρος τ- | |
ὸν Δεκελειῶν οἶκον πέντε ἄνδρας ὑπὲ- | |
ρ τριάκοντα ἔτη γεγονότας, τούτος δὲ | |
35 | ἐξορκωσάτω ὁ φρατρίαρχος καὶ ὁ ἱερε- |
ὺς συνηγορήσεν τὰ δικαιότατα καὶ ὀκ | |
ἐάσεν ὀδένα μὴ ὄντα φράτερα φρατρίζ- | |
εν. ὅτο δ’ ἂν τῶν ἐφέντων ἀποψηφίσωντα- | |
ι Δημοτιωνίδαι, ὀφειλέτω χιλίας δρα- | |
40 | χμὰς ἱερὰς τῶι Διὶ τῶι Φρατρίωι, ἐσπρ- |
αττέτω δὲ τὸ ἀργύριον τοῦτο ὁ ἱερεὺς | |
το͂ Δεκελειῶν οἴκο, ἢ αὐτὸς ὀφειλέτω· ἐ- | |
ξεῖναι δὲ καὶ ἄλλωι τῶι βολομένωι τῶ- | |
ν φρατέρων ἐσπράττεν τῶι κοινῶι. ταῦ- | |
45 | [τ]α δ’ ἐ͂ναι ἀπὸ Φορμίωνος ἄρχοντος. ἐπι- |
ψηφίζεν δὲ τὸν φρατρίαρχον περὶ ὧν ἂ- | |
ν διαδικάζεν δέηι κατὰ τὸν ἐνιαυτὸν | |
ἕκαστον· ἐὰν δὲ μὴ ἐπιψηφίσηι, ὁφελέτ- | |
ω πεντακοσίας δραχμὰς ἱερὰς τῶι Διὶ | |
50 | [τ]ῶι Φρατρίω[ι· ἐ]σπράττεν δὲ τὸν ἱερέα |
[κ]αὶ ἄλλο[ν τὸν βο]λόμενον τὸ ἀργύριον | |
[το]ῦτο [τῶι κοινῶι]. τὸ δὲ λοιπὸν ἄγεν τὰ | |
[μεῖα καὶ τὰ κόρει]α ἐς Δεκέλειαν ἐπὶ τ- | |
[ὸν βωμόν, ἐὰν δὲ μὴ θ]ύσηι ἐπὶ το͂ βωμο͂, ὀφ- | |
55 | [ειλέτω πεντήκοντ]α δραχμὰς ἱερὰς τῶ- |
[ι Διὶ τῶι Φρατρίωι, ἐσ]πραττέτω δὲ ὁ ἱερ- | |
[εὺς τὸ ἀργύριον τοῦτο ἢ] αὐτὸς ὀφειλέ- | |
[τω, εἰ μὴ λοιμός τις ἔσται ἢ πόλεμος vv]· | |
face B.59 | ἐὰν δέ τι τούτων διακωλύηι, ὅποι ἂν ὁ ἱ- |
60 | ερεὺς προγράφηι, ἐνθαῦθα ἄγεν τὰ μεῖ- |
α καὶ τὰ κόρεια. προγράφεν δὲ πρόπεμπ- | |
τα τῆς Δορπίας ἐν πινακίωι λελευκωμ- | |
ένωι μὴ ’λαττον ἢ σπιθαμιαίωι ὅπο ἂν Δ- | |
εκελειῆς προσφοιτῶσιν ἐν ἄστει. τὸ δ- | |
65 | ὲ ψήφισμα τόδε καὶ τὰ ἱερεώσυνα ἀναγ- |
ράψαι τὸν ἱερέα ἐν στήληι λιθίνηι πρ- | |
όσθεν το͂ βωμο͂ Δεκελειᾶσιν τέλεσι το- | |
ῖς ἑαυτο͂. Νικόδημος εἶπε· τὰ μὲν ἄλλα κατ- | |
ὰ τὰ πρότερα ψηφίσματα ἃ κε͂ται περὶ τ- | |
70 | ε͂ς εἰσαγωγῆς τῶν παίδων καὶ τῆς διαδ- |
ικασίας, τὸς δὲ μάρτυρας τρε͂ς ὃς εἴρη- | |
ται ἐπὶ τῆι ἀνακρίσει παρέχεσθαι ἐκ τ- | |
ῶν ἑαυτο͂ θιασωτῶν μαρτυρο͂ντας τὰ ὑπερωτώμε<να> | |
καὶ ἐπομνύντας τὸν Δία τὸν Φράτριον· | |
75 | μαρτυρε͂ν δὲ τὸς μάρτυρας καὶ ἐπομνύ- |
ναι ἐχομένος το͂ βωμο͂· ἐὰν δὲ μὴ ὦσι ἐν τ- | |
ῶ<ι> θιάσωι τότωι τοσο͂τοι τὸν ἀριθμόν, ἐ- | |
κ τῶν ἄλλων φρατέρων παρεχέσθω. ὅταν | |
δὲ ἦι ἡ διαδικασία, ὁ φρατρίαρχος μὴ π- | |
80 | ρότερον διδότω τὴν ψῆφον περὶ τῶν παί- |
δων τοῖς ἅπασι φράτερσι, πρὶν ἂν οἱ αὐ- | |
το͂ το͂ εἰσαγομένο θιασῶται κρύβδην ἀ- | |
πὸ το͂ βωμο͂ φέροντες τὴν ψῆφον διαψηφ- | |
ίσωνται. καὶ τὰς ψήφος τὰς τότων ἐναν- | |
85 | τίον τῶν ἁπάντων φρατέρων τῶν παρόν- |
των ἐν τῆι ἀγορᾶι ὁ φρατρίαρχος διαρ- | |
ιθμησάτω καὶ ἀναγορευέτω ὁπότερ’ ἂν | |
ψηφίσωνται. ἐὰν δὲ ψηφισαμένων τῶν θ- | |
ιασωτῶν ἐ͂ναι αὐτοῖς φράτερα οἱ ἄλλο- | |
90 | ι φράτερες ἀποψηφίσωνται, ὀφειλόντ- |
ων ἑκατὸν δραχμὰς ἱερὰς τῶι Διὶ τῶι Φ- | |
ρατρίωι οἱ θιασῶται, πλὴν ὅσοι ἂν τῶν | |
θιασωτῶν κατήγοροι ἢ ἐναντιόμενοι | |
φαίνωνται ἐν τῆι διαδικασίαι. ἐὰν δὲ | |
95 | ἀποψηφίσωνται οἱ θιασῶται, ὁ δὲ εἰσά- |
γων ἐφῆι εἰς τὸς ἅπαντας, τοῖς δὲ ἅπασ- | |
ι δόξει ἐ͂ναι φράτηρ, ἐνγραφέσθω εἰς τ- | |
ὰ κοινὰ γραμματεῖα. ἐὰν δὲ ἀποψηφίσω- | |
νται οἱ ἅπαντες, ὀφειλέτω ἑκατὸν δρα- | |
100 | χμὰς ἱερὰς τῶι Διὶ τῶι Φρατρίωι. ἐὰν δὲ |
ἀποψηφισαμένων τῶν θιασωτῶν μὴ ἐφῆ- | |
ι εἰς τὸς ἅπαντας, κυρία ἔστω ἡ ἀποψήφ- | |
ισις ἡ τῶν θιασωτῶν. οἱ δὲ θιασῶται με- | |
τὰ τῶν ἄλλων φρατέρων μὴ φερόντων τὴν | |
105 | ψῆφον περὶ τῶν παίδων τῶν ἐκ το͂ θιάσο |
το͂ ἑαυτῶν. τὸ δὲ ψήφισμα τόδε προσαναγ- | |
ραψάτω ὁ ἱερεὺς εἰς τὴν στήλην τὴν λι- | |
θίνην. ὅρκος μαρτύρων ἐπὶ τῆι εἰσαγω- | |
γεῖ τῶν παίδων· μαρτυρῶ ὃν εἰσάγει ἑα- | |
110 | υτῶι ὑὸν ἐ͂ναι το͂τον γνήσιον ἐγ γαμετ- |
ῆς· ἀληθῆ ταῦτα νὴ τὸν Δία τὸν Φράτριο- | |
ν· εὐορκο͂<ν>τι μέν μοι πολλὰ καὶ ἀγαθὰ ἐ͂ν- | |
αι, εἰ δ’ ἐπιορκοίην, τἀναντία. vacat | |
Μενέξενος εἶπεν· δεδόχθαι τοῖς φράτερσι περὶ | |
115 | τῆς εἰσαγωγῆς τῶμ παίδων τὰ μὲν ἄλλα κα- |
τὰ τὰ πρότερα ψηφίσματα, ὅπως δ’ ἂν εἰδῶσι οἱ | |
φράτερες τοὺς μέλλοντας εἰσάγεσθαι, ἀπο- | |
γράφεσθαι τῶι πρώτωι ἔτει ἢ ὧι ἂν τὸ κούρεο- | |
ν ἄγει τὸ ὄνομα πατρόθεγ καὶ τοῦ δήμου καὶ τῆ- | |
120 | ς μητρὸς πατρόθεν καὶ τοῦ δήμου πρὸς τὸν |
φρατρίαρχον, τὸν δὲ φρατρία[ρχον ἀπογραψ]- | |
αμένων ἀναγράψαντα ἐκ[τιθέναι ὅπου ἂν Δεκ]- | |
ελέες προσφοιτῶσι, ἐκτιθ[έναι δὲ καὶ τὸν ἱερέα] | |
ἀναγράψαντα ἐν σανιδί[ωι λευκῶι ἐν τῶι ἱερ]- | |
125 | ῶι τῆς Λητοῦς· τὸ δὲ ψ[ήφισμα τόδε ἀναγράψαι] |
[εἰς τὴν] στήλην — — — — — — — — — — — — — |
IG II²
1237