Letter of Lysimachos to the Samians.  Pedimental stele of white marble, broken at the lower left and at the bottom.
[ ] Aeg. Islands — Samos Isl. — Heraion — 283/2 BC — CIG 2.2254 — OGIS I 13 — I. Priene 500
See also:
1 βασιλεὺς Λυσίμαχος Σαμίων τῆι βουλῆι καὶ τῶι δήμωι χα̣ί̣ρ̣ε̣ι̣[ν· κα]-
τέστησαν ἐφ’ ἡμᾶς οἵ τε πρέσβεις οἱ παρ’ ὑμῶν καὶ οἱ παρὰ τῶν Πρ[ιη]-
νέων ἀποσταλέντες ὑπὲρ τῆς χώρας, ἧς ἐτύγχανον ἠμφ̣[ισ]-
βη̣τηκότες πρότερον ἐφ’ ἡμῶν· εἰ μὲν οὖν προείδειμεν ἡ̣[μ]ε̣ῖ̣ς̣ τ̣[ήν]-
5 δε τὴγ χώραν ὑμᾶς ἐκ̣ τ̣οσούτων ἐτῶν ἔχειν καὶ νέμε[ι]ν, κ̣[αθ’]
ὅλον οὐκ ἂν ἐπεσπασάμεθα τὴγ κρίσιν· νῦν δὲ ὑπελαμβάνομεν̣
ὑπογύου τινὸς χρόνου παντελῶς γεγονέναι τὴν ἐπέ̣μ̣β̣α̣σ̣ι̣[ν]·
ο̣ὕτω γὰρ ἡμῖν ἐποιοῦντο τὴν μνείαν ἐν τοῖς πρότερον λ̣ό̣[γοις οἱ]
τῶν Πριηνέων πρέσβεις· οὐ μὴν ἀλλ’ ἐπειδὴ παρῆσαν οἵ τ̣ε παρ’ ὑ̣μ̣ῶ̣[ν]
10 [κ]αὶ οἱ παρὰ τῶν Πριηνέων ἀναγκαῖον ἦν διακούε̣ιν τὰ ἀ̣[ρχ]αῖα τῶ̣[ν δι]-
[αφό]ρων· οἱ μὲν οὖν Πριηνεῖς τὴμ μὲν ἐξ ἀρχῆς γεγενημένην αὐτ̣[οῖς]
[κτῆσι]ν τῆς Βατινήτιδος χώρας ἐπεδείκνυον ἔκ τε τῶν ἱστοριῶν κ[αὶ ἐκ]
[τῶν ἄ]λ̣λων μαρτυρίων καὶ δικαιωμάτωμ̣ μ̣[ε]τὰ τῶν ἑξετῶν σ̣[πον]δ̣ῶ̣[ν]·
[ὕστε]ρ̣ον δὲ συνωμολόγουν Λυγδάμεως ἐπελθόντος ἐπὶ τὴν Ἰω[νί]-
15 [αν μετὰ] δυνάμεως τούς τε λοιποὺς ἐγλιπεῖν τὴγ χώραν κ̣α̣ὶ̣ Σ̣α̣μ̣[ους]
[εἰς τὴν ν]ῆσον ἀποχωρῆσαι· τὸν δὲ Λύγδαμιν κατασχόντα ․․․α̣
[ἔτη αὐτοῖς] πάλιν ἀποδιδόναι τὰς αὐτὰς κτήσεις, τοὺς δὲ Π̣ρ̣ιη-
[νέας παρειληφέ]ν̣αι, Σαμίων δὲ οὐθένα παραγενέσθαι παρά̣π̣α̣[ν τό]-
[τε πλὴν εἴ τις ἐ]τύγχανεν παρ’ αὐτοῖς κατοικῶν· τοῦτον δὲ τ[․]ν̣
20 [— — — — — —]ενον προσενέγκασθαι Πριηνεῦσιν· ὕστ̣ερ̣ον̣ δ[ὲ ὑπο]-
[στρέψαντας μετὰ β]ί̣ας Σαμίους παρελέσθαι τὴγ χώραν αὐτῶν· ἀπ̣[ο]-
[πεμφθῆναι οὖν παρὰ] Πριηνέων Βίαντα περὶ διαλύσεων τοῖς Σα[μίοις]
[πρεσβευτήν, τοῦτον δ]ὲ διαλῦσαί τε τὰς πόλεις καὶ τοὺς οἰκοῦν̣τας
[ἀποχωρῆσαι τῆς Βα]τινήτιδος χώρας· πρότερομ μὲν οὖν ἔ[φασαν]
25 [— — — — — — — —] μ̣ένειν ἐν τούτοις καὶ μέχρι τοῦ ἐσχάτου χρό%⁸⁰-
[νου — — — — — —]ας, νῦν δὲ ἠξίουν ἡμᾶς κατὰ τὴν̣ ἐ̣ξ ἀρχῆς κ[τῆ]-
[σιν ἀποδιδόναι αὐτοῖς] τ̣ὴγ χώραν· οἱ δὲ παρ’ ὑμῶν ἀποσταλέντες
[πρέσβεις τὴν κτῆσιν τὴ]ν γ̣ε̣γενημένην αὐτοῖς τῆς Βατινήτιδος
[χώρας ἔφασαν ἐκ προγόνων] παρειληφέναι· μετὰ δὲ τὴν Λυγδάμε̣-
30 [ως εἰσβολὴν ἐγλιπεῖν συνωμο]λόγουν ὥσπερ καὶ οἱ λοιποὶ καὶ αὐτοὶ
[τὴγ χώραν, ἀποχωρῆσαι δὲ εἰ]ς̣ τὴν νῆσον· ὕστερον δὲ Ο̣[— — — — —]
[— — — — — — — — — — —]Ι̣ Ι̣․․ ο̣ἰ̣[κε]ν̣ χιλίους Σ̣α̣[μίους — — —]
[— — — — — — — — — — — — — — — — — —]Υ․Σ̣[— — — — — — —]
Search Help
Contact Us