Federal proxeny decree for hostages from Boiotia and Phokis.  Stone now lost.
[ ] Achaia — Aigion — 228/227 BC — CIG 1542 — SGDI II 1636 — Syll.³ 519
1 ἔδοξε τῶι κοινῶι τῶν Ἀχαιῶν· τοῖς ὁμήροις τῶν
Βοιωτῶν καὶ Φωκέων προξενίαν δόμεν αὐτοῖς
καὶ ἐκγόνοις, Εὐδάμωι Βρύχωνος Πλαταιεῖ, Ἀρχελαΐ[δαι]
Ὀλυμπίωνος Ταναγραίωι, Ἀριστομένει Μειλίχου
5 Ὠρωπίωι, Ἀπολλοδώρωι Ἀσκληπιοδώρου Κορωνεῖ,
Ἀκροτάτωι Ἰσμηνοδώρου Θηβαίωι, Ῥόδωνι Τιμο-
κράτους Ἁλιαρτίωι, Ἀριστίωνι Καλλιππίδου Ὀρχο-
μενίωι, Νικέαι Κορρ̣ινάδου Θεσπιεῖ, Κλεαρέτωι
Ἀντιλέοντος Φανοτεῖ, Λεοντιάδηι Νικοβούλου Ἐ-
10 λατεῖ· καὶ εἶμεν αὐτοῖς ἀτέλειαν καὶ ἀσυλίαν καὶ πολέ-
μου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν,
καὶ τἆλλα πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις
[κ]αὶ εὐεργέταις δίδοται. ἐπὶ δαμιορ[γῶν ․․․․․]ηγα Βου-
ρίου, Νικανδρίδα [— — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us