Provisions concerning the gymnasiarchy founded by Q. Veranius Philagros. Two blocks built into the back wall of the diazoma of the theater.
[ ]
Lycia (Kibyratis) — Kibyra (Gölhisar-Horzum) — 72/73 AD — AICA 24 (1852) 174-176, II-III — B. Laum, Stiftungen 2 (1914) 129, 162 B-C
block a.1 | ἐά[ν] τινες τὴν αἰώνιον [γ]υμν[ασ]ιαρ̣χ̣ί̣α̣ν̣ θ̣ε̣λή̣σωσιν κ̣α̣τα̣λύ̣- |
ειν̣ καὶ τὰ χρήματα αὐτῆς ἐλαττοῦν, v ἐν̣α̣γ̣εῖς ἔσ[τωσα]ν καὶ | |
ἀλ̣ε̣ι̣τ̣ή̣ριοι τῶν τε Σεβαστῶν καὶ <τῆς> συνκλήτου καὶ τῆς πατρί- | |
δος καὶ τῶν ἐν ταύτηι ἱερῶν καὶ θεῶν καὶ αὐτοὶ καὶ γενεαὶ αὐ- | |
5 | τῶ[ν]. ὀμνύτωσαν δὲ καθ’ ἕκαστον ἐνιαυτὸν οἱ ἔφ̣ηβοι |
ἐν τῶι γυμνασίωι τὸν πάτριον ὅρκον συνφυλάξειν τὴν | |
γυμνασιαρχίαν καὶ πάντας τοὺς πόρους αὐτῆς. v ὀμνύ- | |
τω δὲ καὶ ὁ δῆμος ἐν τῆι τῶν κατευχῶν ἡμέραι διὰ τῶν | |
ἀρχόντων καὶ τοῦ γραμματέ[ω]ς τοῦ δήμου ὡς ὑπὲρ σω- | |
10 | τηριωδεστάτου πράγματος τηρήσειν τὴν γυμνασι- |
αρχίαν ταύτην καὶ τὰ χρήματα αὐτῆς. ἐὰν δέ ποτε | |
καθ’ ὃν δήποτε οὖν τρόπον καταλυθῇ ἡ γυμνασιαρχί- | |
α, ὑπεύθυνος ἔστω ὁ δῆμος τῶι αὐτοκράτορι καὶ τῆι | |
συνκλήτωι εἰς τὸ ἀποκαταστῆσαι τὴν γυμνασιαρ- | |
15 | χίαν παρ’ ἑαυτοῦ καὶ τοὺς πόρους αὐτῆς |
block b.16 | ταῖς τειμαῖ[ς τῶ]ν Σεβαστῶν καὶ τ[ῆ]ς συνκλ[ή]- |
του, v ὥστε μένειν τὴν γυμνασιαρχίαν ἐν | |
τῆι πόλει δι’ αἰῶνος, καθὼς ἔταξεν Κοΐντος | |
Οὐηράνιος Φίλαγρος. vac. ἐὰν δέ τινες γυμνα- | |
20 | σιαρχῆσαι θελήσωσιν ἐκ τῶν ἰδίων ἀναλω- |
μάτων, vac. τὴν πρόσοδον τῶν τεσσαράκον- | |
τα μυριάδων πρασσέτω ὁ δῆμος μετὰ τῶν | |
γυμνασιάρχων v καὶ ἐξ αὐτῆς ἀγοραζέτω | |
κτήσεις σειτοφόρους· v εἰς ἄλλο δὲ μ[η]- | |
25 | δὲν [ἐ]ξέστω καταχρῆσθαι τῆι προσόδω̣ι̣ |
[τα]ύτῃ, vac. ὡς περὶ τούτου τῶι αὐτοκράτο- | |
ρι καὶ τῆι συνκλήτωι λόγου ἀποδοθησομέ[νου]· | |
[τὰ]ς δὲ κ[τή]σεις καλεῖσθαι ταύτας γυμνασ- | |
[ια]ρ̣χικὰς Φιλαγριανάς. |