Oath relating to a treaty between Plarasa/Aphrodisias, Kibyra, and Tabai. Marble altar.
[ ]
Caria — Aphrodisias — shortly after 167 BC — J. Reynolds, Aphrodisias and Rome (1982) 6, Doc. 1
1 | Διὶ Φιλίωι καὶ Ὁμονοίαι κα[ὶ] |
Θεᾶι Ῥώμηι οἱ δῆμοι ὁ τε [vacat?] | |
Πλαρασέων καὶ Ἀφροδισ̣[ι]- | |
έων καὶ ὁ Κιβυρατῶν καὶ ὁ Τα̣- | |
5 | βηνῶν ποιησάμενοι καὶ ὅρκι[α] |
καθ’ ἱερῶν νεοκαύτων καὶ σφ[ά]- | |
[για] ὑ̣πὲρ τῆς πρὸς ἀ<⁶¹λλ>⁶¹ήλους φ[ύσ]- | |
[ει] συμμαχίας καὶ ὁμονοίας̣ | |
[αἰ]ωνίου καὶ ἀδελφότητος κα̣[ὶ] | |
10 | [ὑ]π̣ὲρ τοῦ μηθὲν ὑ̣<π>εναντίον |
[π]ράξειν μήτε Ῥωμαίοις μήτ[ε] | |
α̣ὐ̣τοῖς καὶ μήτε τινὰ <γ>ράψαι μ̣[ή]- | |
τε εἰπεῖν μήτε εἰσαγγεῖλα[ι μή]- | |
τε ἀναγράψαι κατὰ τῶν ἐν το[ῖς] | |
15 | ὅρκοις ἀναγεγραμμένων· [vacat?] |
τὸν δὲ πράξαντά τι κατὰ τούτ[ων] | |
ἐξώλη εἶναι, καὶ αὐτὸν καὶ γε[νε]- | |
άν, καὶ ἔνοχον εἶναι θανάτῳ κατ[ευ]- | |
θύνεσθαι ὑπὸ τοῦ βουλομέν[ου] | |
20 | καὶ κατὰ τὰς κοινὰς συνθήκα̣[ς]· |
ἀγαθὰ δὲ ἀλλήλοις, ὅσα ἂν δ[υ]- | |
νατὸν ἦι, συνπράξειν ἀπροφασί[σ]- | |
τως καὶ τὰ συνωμολογημένα τη[ρ]- | |
[ή]σ̣ειν. vacat |