Funerary poem of Philomenes (?). Marble pedimental stele.
[ ]
Boiotia — Tanagra — early 5th c. AD — ArchEph (1937) 2, 655-667 — CR 62 (1948) 8-11 — D.W. Roller, Tanagran Studies I (1989) 116, 94
pediment.1 | [Φι]λ̣[ο]μένης(?) μερόπεσσι κ(αὶ) ἐσσομένοις τάδε τεύχειν· |
below.2 | [ἢ]ν̣ χώρου βροτὸς ἄλλος ἄναξ μετόπισθε γένητε |
ἡμετέρης γενεῆς ἐ<κ> τηλόθεν, αἴσιμα τεύχων | |
ὑμνῇ μὲν πρώτιστα θεὸν μέγαν, εἶτα κομίζῃ | |
5 | πὰρ τέμενος ζάθεον Τριάδει πάντων μεδεούσῃ |
ἕκτῳ ἐν ἥματι δῶρα θεῷ πεφιλαμένα Χριστῷ | |
ἀντὶ κασιγνήτων, παίδων δέ τε κ(αὶ) γενετήρων, | |
ἀνδρῶν ἠδ’ ἀλόχων, πηῶν προπάροιθε γεγώτω(ν), | |
ἄρτους δισκοφανεῖς δύο κ(αὶ) δέκα κ(αὶ) μέθυ λαρὸν | |
10 | ἀκτῖσιν ἢ νιφάδεσσιν ἐοικότα· καὶ γὰρ ἀνάγκη |
ἐκτελέειν μεμαῶτα, νεκρῶν δ’ ἀποθύμια ῥέζει(ν). | |
σήματα δ’ ἐγγὺς ἐόντα καταφθιμένων ὁράασθ(αι) | |
μήποτε χειμερίαισι κατειβομένω(ν) ψεκάδεσσειν | |
ὀστέα λεῦκ’ ὑπένερθεν ὀϊζύρ’ ὦσι καμόντων· | |
15 | τῶν πέρι δειμαίνειν κ(αὶ) ὀσσόμενον μέγα πῆμα |
ἔμπεδα δώματ’ ἔχειν κ(αὶ) ἀπήμονα· τοῖς δ’ ἔπι φάος | |
ἦρα φέρειν κατὰ νύκτα· τὸ γὰρ γέρας ἐστὶ θανόντων. | |
πτωχοῖς δ’ ἐκ παρεόντος ἀφυσσάμενον βιότοιο | |
ἄρκιον αὐτίκα δοῦναι· ἐπεὶ θέμις ἐστὶ κ(αὶ) αὐτοῖς. | |
20 | δένδρεα δ’ ὑψιπέτηλα πολεύμεναι ἠδὲ φυλάσσειν, |
μηδὲ χρόνος μέλαθρον περιτελλομένοις λυκάβανσει | |
χείμασιν ἀργαλέοισι δυσηχέος ὑπ’ ἀνέμοιο | |
λαθριδίης ῥαθάμιγγος ἐπεσσυμένης ἀνὰ δῶμα | |
λευγαλέως ἀμαθύνῃ ὑπ’ ἀμβολίαισιν ἑαῖσιν. | |
⸏ | |
25 | ταῦτ’ ὁσίως τελέειν κ(αὶ) εὐσεβέως βιοτεύειν. |
ἀνέρι γὰρ πινυτῷ κ(αὶ) εὔφρονι πολλὰ κ(αὶ) ἐσθλὰ | |
γείνοντ’ ἐκ καμάτοιο, κλέος δέ μιν οὔποτ’ ὀλεῖτ(αι). | |
⸏ | |
28 | εἰ δ’ ὑπεροπλείησι̣ π̣αραπλάγξειε νόημα |
ἢ νῦν ἢ μετόπισθεν ἄναξ μεταμώνια βάζων, | |
30 | κ(αὶ) τάδ’ ἑκὼν σφετέραισιν ἀτασθαλίαισιν ἀλύξῃ, |
μὴ βίος ἔμπεδος εἴη, ἐπ’ ἄλγει δ’ ἄλγος ἄροιτο, | |
ὑσμείναις δ’ ὀλοαῖς κ(αὶ) πένθεσι τειρόμενον κῆρ | |
δούλιον ἄξεται ἦμαρ ἀνειηρῇ ὑπ’ ἀνάγκῃ· | |
ὁππόσα τ’ ἄλλα τέτυκτε βροτοῖς ὑπὸ δαίμονος αἴσῃ —— | |
35 | μηδ’ ὑπὸ γαῖαν ἵκηται, ὃς οὐ θέμιν οἶδε θανόντων, |
δέκτης δ’ ἀμφὶ γένοιτο λιλαιόμενος κορέσασθ(αι) | |
βρώμης ἠδὲ πότοιο, κύναις δέ τε πάντα δάσοντε | |
ὀστέα κ(αὶ) σάρκας, κ(αὶ) ἀμείλιχον ἴσετ’ ὄλεθρον· | |
κ(αὶ) μετὰ πότμον ἄϊστον ἀνηλεᾶ τίσιε ποινὴν | |
40 | αὐτὸς κ(αὶ) γένος αὐτοῦ ἐπ’ ἀθανάτου βασιλῆος. |
𐆠 | |
𐆠 𐆠 | |
❦ ❦ ❦ |