[ ] Aeg. Isl. — Paros: Mon. Katapoliani — ca. 175-150 BC — Chiron 13 (1983) 283-368
1 τάδε συνέγραψαν καὶ εἰσήνεγκαν οἱ αἱρεθέντες
ὑπὸ τοῦ δήμου Κλεοθάρσης ∶ Σιληνοῦ ∶ Χάρης
Κρατιστόλεω ∶ Εὐκράτης ∶ Κρίτωνος ∶ περὶ τῶν
γραμμάτων τῶν μνημονικῶν τῶν τε ἀνενη-
5 νειγμένων εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ τῆς
Ἀρτέμιδος καὶ τῆς Λητοῦς καὶ περὶ τῶν εἰς τὸν λ[οι]-
πὸν χρόνον ἀνενειχθησομένων ∙ ὅσα μὲν ὑπό τι̣-
ϝων ἠδίκηται ∶ ἢ ἐξαλήλειπται ἢ ἐγγέγραπται
τῶν γραμμάτων τῶν μνημονικῶν τῶν ἀνενη-
10 νειγμένων εἰς τὸ ἱερόν, περὶ μὲν τούτων τῶν
γεγενημένων ἀδικημάτων ποιήσασθαι
τοὺς ἄρχοντας τοὺς περὶ Νικησιφῶντα καὶ
τοὺς ἱερεῖς τοὺς δημοτελεῖς ἀράν ∙ εἴ τις τῶν
γραμμάτων τῶν ἐν τῶι ἱερῶι τῶν μνημονικῶν
15 τῶν ἀνενηνειγμένων ἠδίκηκέ τι ἢ ἐξαλήλι-
φέ τι ἢ ἐγγέγραφε ἀφ’ οὗ ἀνηνείχθη εἰς τὸ ἱερόν,
ἐξώλη εἶναι αὐτόν, καὶ εἴ τις συνειδὼς μὴ μη-
νύσειεν πρὸς τοὺς ἄρχοντας καὶ τὸν ἀποδέ-
κτην τὸν ἐπιμελόμενον τοῦ ἱεροῦ, ὡσαύτως δὲ
20 [κ]αὶ εἴ τις εἰς τὸν λοιπὸν χρόνον ἀδικήσειέ τι ἢ ἐ-
[ξ]αλείψειεν ἢ ἐνγράψειεν τῶν μνημονικῶν
[γρ]αμμάτων τῶν ἀναφερομένων εἰς τὰ ἱερά, ἐξώ-
[λ]η εἶναι αὐτὸν καὶ εἶ τις συνειδὼς μὴ μηνύ-
σειεν ∙ εἶναι δὲ καὶ ὑπεύθυνον εἶ τίς τι ἠδίκη-
25 κεν τῶν γραμμάτων τῶν μνημονικῶν τῶν ἐν
τῶι ἱερῶι τῶι βουλομένωι Παρίων τὸν πάντα
χρόνον ἄτερ ἀντιγραφῆς, ὁ δὲ γραφόμενος περὶ
π̣άντων γραφέσθω δημοσίαν δίκην κατὰ τὸν νό̣-
μον πρὸς τὸμ βασιλέα τίμημα ἐπιγραφόμενος
30 τί χρὴ παθεῖν ἢ ἀποτεῖσαι, ὡσαύτως δὲ καὶ ἐὰν
ὕστερον ἀδικήσαντός τι περὶ τὰ γράμματα βού-
ληταί τινα γράφεσθαι ∙ ὅπως δὲ καὶ εἰς τὸ δυνατὸν
μηθὲν γίνηται ἀδίκημα εἰς τὸν λοιπὸν χρόνον,
εἰ δὲ μή, ἔλεγχος ἦι καὶ δι’ ἀντιγράφων, τοὺς μνή-
35 μονας τοὺς ἐπὶ Νικησιφῶντος ἄρχοντος ἀνα-
γράψαι εἰς βυβλία ἀντίγραφα πάντων τῶν μνημο-
νικῶν γραμμάτων ὧν ἀναφέρουσιν εἰς τὸ ἱερὸν τοῦ
Ἀπόλλωνος καὶ τῆς Ἀρτέμιδος καὶ τῆς Λητοῦς
καὶ παραδιδόναι αὐτοὺς τοῖς ἄρχουσιν ὅταν καὶ
40 τὰ ἄλλα μνημονικὰ παραδιδῶσιν τῶι τε ἀποδέκτει
καὶ τῶι μνήμονι καὶ τὸν ἄρχοντα ἀπογράφειν εἰς
τὸ δημόσιον παραδεδωκότα καὶ τοῖς ἄρχουσιν καθά-
περ καὶ ἐκεῖνα, τοὺς δὲ ἄρχοντας παραδοῦναι τῶι ἀ̣-
ποδέκτει τῶι ἐπιμελομένωι τῶν κατὰ πόλιν παρα-
45 λαβόντας παρὰ τῶν μνημόνων, τὸν δὲ ἀποδέκτην
θέσθαι τὰ γράμματα εὐθέως παρόντων τῶν ἀρχόν-
των εἰς τὸ ἱερὸν τῆς Ἑστίας ἐμβαλόντα εἰς τὴν κι-
βωτὸν τὴν οὖσαν ἐν τῶι ἱερῶι· εἰς ἀνάλωμα δὲ
τούτων τοῖς μνήμοσιν δοῦναι τοὺς ἄρχοντας
50 τοὺς περὶ Νικησιφῶντα ἀπὸ τῶν πρυτανείων ἑ-
κάστωι δραχμὰς ∶ΔΔΔ̣, τὸ μὲν ἥμυσυ ἐν τῶι Θαργη-
λιῶνι, τὸ δὲ ἥμυσυ ἐν τῶι Ἀπατοριῶνι ∙ εἰς δὲ τὸν λοι-
πὸν χρόνον τὸμ μετὰ Νικησιφῶντα ἄρχοντα τοὺς
μνήμονας τοὺς γινομένους τὰ μὲν ἄλλα γράμμα-
55 τα ὅσα ἂν παραλάβωσιν παρὰ τῶν πρότερον μνημό-
νων ἀναγράψαντας παραδιδόναι τῶι ἀποδέκτει
εἰς τὸ Πύθιον κατὰ τὸν νόμον ∙ ὅσα δ’ ἂν ἐφ’ αὐτῶν οἰ-
κονομηθεῖ πάντα καὶ τὰ δοθέντα αὐτοῖς γεγραμ-
μένα ἐν ὑπομνήμασιν, ταῦτα δὲ αὐτὰ καθ’ αὐτὰ
60 ἀναγράψαντες ἑξῆς κατὰ μῆνα παραδιδόντων
τῶι τε ἀποδέκτει τῶι ἐπιμελομένωι τῶν τοῦ Πυθίου
καθάπερ καὶ τὰ ἄλλα γράμματα καὶ τοῖς ἄρχουσιν
ὡς γέγραπται καὶ περὶ τούτων διοικεῖν καθὰ ἐπάνω
γέγραπται ∙ εἰς ἀνάλωμα δὲ τούτοις τοῖς μνήμοσι
65 δίδοσθαι ὅ τι ἂν ἐν τῆι διατάξει γραφεῖ ∙ ὅπως δὲ καὶ ἐ-
άν τις βούληται τῶν γραμμάτων τῶν ἐν τῶι ἱερῶι
τῆς Ἑστίας ἐπισκοπεῖν ἐξεῖ αὐτοῖς, ἐάν τις φῆι μὴ
ὡσαύτως ἀναγεγράφθαι τοῖς ἐν τῶι Πυθίωι γράμμ[α]-
σιν τὰ ἐν τῶι τῆς Ἑστίας, τοὺς μὴ φαμένους δηλοῦν
70 τοῖς ἄρχουσιν ἐγ κυρίαι ἐκλησίαι ἀκούοντος τοῦ δή-
μου ὃ ἂμ μὴ φῆι εἶναι ὡσαύτως ἀναγεγραμμένον
τοῖς ἐν τῶι Πυθίωι γράμμασιν, τὸν δὲ ἀποδέκτην τῆι
πέμπτει ἱσταμένου ἀνοίξαντα τὸ ἱερὸν ἐπιδεικνύ-
ειν παρόντων τῶν ἀρχόντων, ἔξω δὲ τοῦ ἱεροῦ μὴ ἐ-
75 ξεῖναι φέρειν τῶν βυβλίων μηθὲν μηδὲ οἱ ἄρχοντες
μηδὲ ὁ ἀποδέκτης ἐώντων, ἀλλὰ παρόντων αὐτῶν
τὴν ἐπίσκεψιν γίνεσθαι, ὑπευθύνους δ’ εἶναι τοὺς
ἄρχοντας καὶ τὸν ἀποδέκτην, ἐάν τι ἀδικήσωσιν πε-
ρὶ τὰ γράμματα ἢ τὴν ἐπίσκεψιν τῶν γραμμάτων κα-
80 [τὰ τ]ο̣ὺς νόμους, εἶναι δὲ ὑπεύθυνον καὶ ἐάν τις ἀδι-
[κ]ήσει τι περὶ τὰ γράμματα τὰ ἀναφερόμενα εἰς τὸ ἱε-
ρὸν τῆς Ἑστίας [καθά]π̣ε̣ρ̣ γ̣έ̣γ̣ρ̣απται ἐάν τις ἀδική-
σει περὶ τὰ γράμματα τ̣[ὰ μνη]μ̣ονικὰ τὰ ἐν τῶι Πυθίωι ∙
ὅπως δὲ καὶ, ἐὰν δόξει τῶι δήμωι τ̣[ῶι]δ̣ε τῶι συγγράμ-
85 ματι χρᾶσθαι, φανερὸν ἦι πᾶσιν, τὸν ἀπο̣δ̣έκτην τὸν ἐ-
πιμελόμενον τῶν κατὰ πόλιν Σωκλείδην ἀναγρά-
ψαντα εἰς στήλην λιθίνην τὸ σύγγραμμα τοῦτο
θεῖναι παρὰ τὸ ἱερὸν τῆς Ἑστίας, τὸ δὲ ἀνάλωμα δοῦ-
ναι αὐτὸν εἰς τὴν ἀναγραφὴν καὶ τὴν στήλην
90 ἀπὸ τῶν προσόδων ὧν ἐγλέγει.
Search Help
Contact Us