[ ] Att. — non-stoich. — fin. s. II a. — IG II² 1013 Add. (pt. 1.2 p. 670)
See also:
[— — — — — — — — — — — — — — — — — — — — — — — — (1) ἐὰν δέ τις τῶν ὠνουμένων ἀμφισβητῆι περὶ]
[τοῦ μέτρου ὡς ἐλάττονος ὄντος, οἱ ἄρχοντες ἐξεταζέτωσαν πρὸς τὸ σύμβολον τὸ ἐν τῆι σκιά]-
1 δι ἢ τὸ ἐμ Π̣ειραι[ε]ῖ ἢ τ̣ὸ [ἐν Ἐλ]ε[υσῖνι· ἐὰν δὲ κριθῆι ἔλαττον ὑπὸ τῶν ἀρχόντων καὶ]
ἀ̣π̣αχθῆι ὁ κεκτημένος τὸ μέτρον, ἐ[ὰν μὲν ἐλεύθερος ἦι ὁ ἀπαχθείς, ἐξέστω αὐτῶι κατὰ τοῦ]
ἀ̣μφισβητήσαντος περὶ τοῦ μέτρου [ἐξομ]όσ̣[ασθαι ὡς μὴ εἰδότι ἔλαττον ὂν κεκτῆ]-
3a [σθαι· ἐὰν δὲ μή, ἀποτεισάτω παραχρῆμα δραχμὰς χιλίας· ἐὰν δὲ μὴ <ἀποτείσηι>, εἰσαγέτωσαν οἱ]
4 ἄρχοντες ἐπὶ τὴν δημοσίαν τράπεζαν τὸ μ̣έ̣τ̣ρ̣ον̣ [καὶ ἀναφερέτωσαν εἰς τὸν τῶν]
5 [ἀπ]οκηρυξίμων λόγον· ἐὰν δὲ οἰκέτης, μαστιγούσθω πε[ντήκοντα πληγάς, τὸ δὲ μέτρον]
ἀφανιζέτωσαν· ἐὰν δ[ὲ] οἱ ἄρχ̣οντες μὴ̣ συνεπισχύωσι τοῖς̣ ἰδιώταις, [ἐπαναγκαζέτω]
ἡ βουλὴ οἱ ἑξακόσιοι. (2) αἱ δὲ ἀρχαὶ αἷς οἱ νόμοι προστάτ̣τουσιν πρὸς τὰ κατεσκευασ̣[μένα]
σύμβολα σηκώματα ποι[η]σάμεναι πρός τε τὰ ὑγρὰ καὶ τὰ ξηρὰ καὶ τὰ σταθμὰ ἀν[αγκ]αζέτω[σαν]
[τοὺ]ς πωλοῦν[τ]άς τι̣ ἐν τῆι ἀγορᾶι ἢ̣ ἐν τοῖς ἐργαστηρίοις ἢ τοῖς καπ̣ηλείοις ἢ οἰνῶσιν ἢ ἀ̣πο[θήκαις]
10 [χ]ρῆσθαι τοῖς μέτροις καὶ τοῖς σταθμοῖς τούτοις μετροῦντας πά̣ντα [τ]ὰ ὑγ[ρ]ὰ τῶ̣ι αὐτῶ[ι]
[μέτ]ρωι, καὶ μη̣[κ]έτι ἐξέστω μ̣η̣δεμιᾶι ἀρχῆι π[οι]ήσασεαι μήτε μέτρα μήτε στάθμια [μείζ]-
[ω μ]ηδὲ ἐ̣λ[άτ]τω τούτων· ἐὰ̣ν δέ τις ποιήσηι τῶν ἀρχόντων ἢ μὴ ἐπαναγκ[ά]ζη[ι τοὺς πωλοῦντας]
[τού]τοις πω̣λεῖν, ὀ[φ]ειλέτω ἱερὰς̣ τῆι Δήμητρι [κ]αὶ τῆι Κόρηι δραχμὰς χιλίας καὶ ἐξ̣έ[στω]
[αὐ]τοῦ ἀπογραφὴ τῆς οὐσίας πρὸς τοῦτο τὸ ἀργύριον Ἀθηναίων τῶι βουλομένωι. ὁ[μοίως δὲ]
15 [αὐ]τοὺ[ς ἐπα]νισοῦν [δ]εῖ[ν] καὶ ἐξετάζειν τὰ μέτρα καὶ τὰ σταθμὰ καὶ εἰς τὸν λοιπὸν χρό[νον],
[κ]αὶ ἐπιμελεῖσθαι τὴν βουλὴν τοὺς ἑξακοσίους τὴν ἀεὶ βουλεύουσαν ἐν τῶι Ἑκα[τ]-
[ομ]βαιῶνι μηνί, ὅπως μηθεὶς τῶν πω̣λούντων τι ἢ ὠνουμένων ἀσυμβλήτωι μέ̣τρωι
[μη]δὲ σταθμῶι χρῆτα̣ι, ἀλλὰ δικαίοις. (3) τοὺς δὲ πωλοῦντας Περσικὰς ξηρὰς καὶ ἀμυ[γ]-
[δ]άλας καὶ Ἡρακλεωτικὰ [κά]ρυα καὶ κ̣ώνους καὶ καστάναια καὶ κυάμους Αἰγύπτου
20 [κ]αὶ φοινικοβαλάνους καὶ εἴ τινα ἄλλα τραγήματα μετὰ τούτων πωλεῖται, καὶ θέρμους
[κα][ἐ]λάας καὶ πυρῆνας πωλεῖν μέτρωι χωροῦντ[ι] ἀπο[ψ]ηστὰ σιτηρὰ ἡμ̣ιχ[ο]ινίκια τρία, πωλοῦ[ντ]-
ας τῆι χοίνικι ταύτηι κορυστῆι ἐχούσηι τὸ μὲν [βά]θος̣ δακτύλων πέντε, τὸ δὲ πλάτος το[ῦ] χ[είλ]-
ους̣ δακτύλου· ὁμοίω̣ς δὲ καὶ τοὺς πωλοῦντας τάς τε ἀμυγδάλας τὰς χλωρὰς κ̣αὶ̣ τὰς [ἐ]λ[άας]
[τὰς προσ]φάτους καὶ τὰς ἰ̣σχάδας πωλεῖν χοίνικι κ[ορ]υστῆι δι̣πλασίονι τ̣ῆς πρ̣ογεγρ[αμμένης]
25 [ἐχούσηι τὸ] χεῖλος τ̣ριῶν ἡμιδακτυλίων, καὶ χρῆσθαι αὐτοὺς χοίνιξι ξυλίναις· ἐὰν [δέ τις]
[ἑτέρως? πω]λῆι ἢ ἑτέρωι ἀγγείωι ἀμυγδάλας χλωρὰς ἢ̣ ἐλά̣ας προσφάτους ἢ ἰσχάδ[ας, μὴ πω]-
[λεῖν ἔλαττ]ον ἢ μέδιμνον σιτηρόν· ἐὰν δὲ ἐν ἐλάττονι π[ωλῆι] ἀγγείωι, ἡ ἀρχὴ ὑφ’ ἣν ἂν τ[εταγ]-
[μένος ἦι τά] τε ἐνόντα παραχρῆμα [ἀ]ποκηρυ[τ]τέτω καὶ τὴν [τι]μὴν εἰσαγέτω ἐπὶ τὴν [δημο]-
[σίαν τράπε]ζαν καὶ τὸ ἀγγεῖον κατακοπτέ[τ]ω. (4) ἀγέτω δὲ καὶ ἡ μνᾶ ὴ ἐμ̣πορι̣κὴ Στε[φανηφ]-
30 [όρου δραχ]μὰς ἑκατὸν τριάκοντα κ[αὶ] ὀκτὼ πρὸ[ς] τὰ στάθμια τὰ ἐν τῶι ἀργυροκοπί̣ω̣ι̣ [κ]αὶ
[ῥοπ]ὴ̣ν Σ̣[τε]φανηφόρου δραχμὰς δεκαδύο, καὶ πωλε[ίτ]ωσαν πάντες τἆλλα π̣άντα ταύ-
[τηι] τῆι μνᾶι π̣λ̣ὴν̣ ὅσα πρὸς ἀργύριον διαρρήδην εἴρηται πω̣λεῖν, ἱστάντες τὸν πῆχυν τοῦ ζυγ[οῦ]
[ἰσόρ]ροπον ἄγοντα τὰς ἑκατὸν πεντήκοντα δρ̣αχ[μὰ]ς τοῦ Σ[τεφανηφ]όρου· τὸ δὲ πεντάμνουν [τὸ]
33a [ἐμπορικὸν ἐχέτω ῥοπὴν Στεφανηφόρου δραχμὰς ἑξήκοντα, ὅπως ἰσορρόπου τοῦ πήχεως γινομέ]-
[νου ἄγηι πεντάμνουν ἐμπορικὸν καὶ ἐξήκοντα δραχμὰς τοῦ Στεφανηφόρου· τὸ δὲ δωδεκάμνουν τὸ]
34 [ἐμπ]ορικὸν ἐχέτω̣ [ῥο]π̣ὴν ἐμπορικὴν μνᾶν̣, ὅπ̣ως ἰσορρόπου τοῦ πήχ̣εως γινομένου ἄγηι ἐμπορ[ικ]-
35 [ὰς μ]νᾶς ἕξ· τὸ δὲ τάλαντον τὸ ἐ[μ]πορικὸν [ἐχέτ]ω ῥοπ[ὴν μ]ν[ᾶς] ἐμπορικὰς πέντε, ὅπως καὶ τοῦ[το]
[ἰσ]ορρόπου τοῦ π[ήχ]εως γινομένου ἄγηι ἐμ̣πο[ρικ]ὸν τά[λαντον καὶ μ]νᾶς ἐμπορικὰς πέντε· [εἶναι]
[δὲ σύ]νφ[ω]να πάντα τοῖς ἐν τῶι ἐμπορίωι μ̣[έ]τρ̣[οις κ]αὶ στ̣[α]θ[μ]ο[ῖς]. (5) [ὅπως] δὲ διαμένηι̣ εἰς τὸ[ν λοιπὸν]
χρόνον τά τε μέτρα κ̣αὶ τὰ σταθμά, παραδο[ῦναι αὐτὰ τὸν κ]αθεσταμένον ἐπὶ [τὴν κατασκε]-
υ̣ὴν τῶν μέτρων καὶ τῶν σταθμῶν Διόδωρο[ν] Θεο[φί]λο[υ Ἁ]λ[αιέα τ]ῶι τε ἐν τῆι σκιάδι καθ[εσταμέ]-
40 νωι δημοσίωι καὶ τῶι ἐμ Πειραιε[ῖ] μετὰ τοῦ [ἐπιμελητ]οῦ? [καὶ τῶι ἐν] Ἐλευσῖν[ι]· οὗτοι δὲ [αὐτὰ]
συ[ντ]ηρείτωσαν διδόντες σηκώματα τῶν τ̣ε̣ [μέτ]ρων κ̣[αὶ τῶν στα]θ̣μ̣ῶν ταῖς τε ἀρχαῖ[ς καὶ] το[ῖς ἄλ]-
[λ]οις πᾶσ[ι τ]οῖς δεομ[έ]νοις, μὴ ἐξουσίαν̣ ἔχοντες μήτ[ε μετ]α̣ποε[ῖ]ν? μήτε ἔξω̣ ἐ[κ]φέρε̣ι̣ν [μηθὲν ἐκ τ]-
[ῶ]ν [κα]τεσκευασμένων οἴκων πλὴν τῶν μολυβδῶ[ν καὶ χαλκῶν ση]κωμ̣[ά]των γε[γον]ότων — —
(6) ἐὰν δέ τι̣ν̣α ἀργύριον πράττωντα[ι ․․․․․․․16․․․․․․․]ησα․ι․ωοω ․․․ων ․․․ομαω․․5․․τηι
45 ․․ιν ἐξε․․․οι τοῖς χρείαν ἔχουσιν λα[․․․․․․․․․20․․․․․․․․․ τ]ὸν μὲν ἐν τε[ῖ] σ[κιάδι καθεστ]αμ̣[ένον]
[κολα]ζόντω[ν] ο[ἵ τε ἀεὶ] πρυτάνεις καὶ ὁ στρατη[γ]ὸς ὃς [ἂν ἦι] ὁ ἐπὶ [τὰ] ὅπλα μαστιγοῦντες καὶ κολ[άζ]-
[οντ]ες κ̣ατὰ τ̣[ὴν] ἀξίαν τοῦ ἀδική[μα]τος, τὸν [δ’] ἐμ̣ Πε[ιραιεῖ] ὁ καθε̣σταμένος ἐπιμελη[τὴς τοῦ λιμέ]-
[νο]ς, τὸν δ’ ἐν Ἐλευσῖνι ὅ τε̣ ἱεροφάντ̣η̣ς [καὶ οἱ κα]θ[εσ]ταμένο[ι][ν]δ̣ρ̣ες καθ’ ἕκαστον [τὸν ἐνιαυτὸ]-
[ν] ἐπὶ τὴν πανή̣γυριν. (7) μετα[π]αρ[αδ]ιδότω[σαν] δ̣[ὲ] ο[ἱ δη]μόσ[ιο]ι ἀεὶ τοῖς [με]θ’ [ἑ]α[υ]τοὺς̣ καθ[ισταμέ]-
50 νοις δημοσίοις μετ’ ἀναγραφῆς π̣άν[τα] τὰ [μέτρα καὶ σταθμά]· ἐὰν δέ τι μὴ πα[ραδῶσι]ν, ἐ[παναγκαζέ]-
[σ]θωσαν ὑπὸ τῶν τεταγμένων ἐπ’ αὐτοὺς κατὰ τὸ ψήφισμα, καὶ [ἐάν τινά τις ἀπολέσηι, ἀναγκαζ]-
[έσ]θω ἀντὶ τῶν ἀπολομένων [ἕ]τ[ερ]α [διδόναι· καταβα]λλέσθωσαν δὲ καὶ χειρόγραφον̣ [εἰ]ς τὸ [μητ]-
[ρῶ]ιον̣ ὧν ἂν παραλάβω̣σι κα̣ὶ̣ πα[ρ]α[δῶσιν· ἐὰν δὲ τοῦτο μὴ κ]αταβάλλωνται, μὴ ἐξέ[στ]ω αὐ[τ]ο[ῖς ἑ]-
[τ]έραν λειτουργίαν θ̣η̣των[εῖν]. (8) [ἀνατιθέσθω δὲ εἰς ἀ]κρόπολιν σηκώματα τοῦ τ[ε] ἐμπορι[κ]οῦ [ταλάντο]-
55 υ καὶ δεκάμνου καὶ δίμ̣ν̣ου [καὶ τῆς μνᾶς καὶ τοῦ] ἡμιμναίου καὶ τα[ρ]τημ̣όρου καὶ χοὸς [καὶ χοίνικος?]
(9) [ἐ]ὰν δέ τις ἁλίσκηται κακουργῶν π̣ε̣ρ̣ὶ τὰ μέτρα καὶ τὰ σταθμὰ τὰ κε[ί]με[να ἔν τε τῆι σκι]-
[άδ]ι καὶ ἐν Ἐλευσῖνι καὶ ἐμ Π[ειραιε]ῖ καὶ ἐν ἀκροπόλει, ἐάν τε ἄρχων ἐάν τε [ἰδιώτης ἐ]-
άν τε δ̣η̣μόσιος, [ἔ]νο[χ]ος ἔ̣στ̣ω̣ τῶι ν[όμ]ωι τῶι κε[ιμ]ένωι περὶ τῆς τ[ῶ]ν κακούργων [ζημίας]·
ἐπιμελείσθω δὲ καὶ [ἡ β]ου[λὴ ἡ] ἐξ Ἀρείου πάγου καὶ τὸν κακουργοῦντά τ̣ι̣ πε[ρὶ ταῦτα κο]-
60 λαζέτω μετὰ τοὺς ἐπ̣ὶ̣ τῶ[ν] κακούργων κειμένους νόμους. ἀναγράψαι δὲ τό̣[δε] τό [ψή]-
[φισμ]α [εἰ]ς στήλας λιθ[ίν]α[ς τὸν καθε]σταμένον ἄνδρα ἐπὶ τὴν κατασκευὴν τῶν [μέτρων]
[καὶ τῶν στ]αθμῶν καὶ στῆσαι ἐν τοῖς οἴκοις ἐν οἷς καὶ τὰ μέτρα καὶ τὰ σταθμὰ κεῖται.
           ἐκ τοῦ α̣ὐ̣τοῦ·                    [τοὺ]-
ς δὲ ἄρχοντας χρῆσθ[αι] τῶι αὐτῶι μέτρωι κεχ[α]ραγ̣μ̣ένωι τῶι χαρακτῆρ[ι] μολυ[βδίν]-
65 ωι πρὸς τὸν ἐν τῆι σκιά[δι, μ]ὴ πλ̣εῖον πραττομένους τριωβόλου· χρῆσθαι δὲ κ̣α[ὶ τ]-
ὰ̣ς ἀρχ̣ὰς τοῖς προε̣σφραγισμένοι̣ς̣ μέτρο[ι]ς, ἐὰν μή τις τῶ[ν] πωλούντω[ν ἢ ὠνουμένων]
σφραγιστῶι μέτρωι χρῆται.
Search Help