[ ] Arkadia — Tegea — 2nd/1st c. BC
1 ․․․․․․․․σ․ς κατ̣αθυΙΙΝ̣Α․․․․․․․16․․․․․․․
[․․․ τ]οὺς ἐν τᾶι πόλει πάντας καὶ τοὺς δούλους
[καὶ τὰ]ς δούλας καὶ τοὺς παρεπιδαμοῦντας
[ξέν]ους· ὅπως οὖν φανερὰ ἦι ἁ σύνοδος ἁμῶν
5 [τιμῶσ]α τοὺς ἀγαθοὺς ἄνδρας ὡς πρέπον ἐσ-
[τίν, ἔ]δοξε τᾶι συνόδωι τῶν γερόντων ἐπαιν[έ]-
[σαι Α]ἰσαγένη Βαθυκλέος ἐπὶ πᾶσι τοῖς προγε-
[γραμμ]ένοις, καρῦξαι δὲ καὶ ἐν τῶι ἀγῶνι τῶν Ἀλ[ε]-
[αίω]ν, ὅτι ἁ σύνοδος τῶν γερόντων στεφανοῖ
10 [Αἰσαγ]ένη Βαθυκλέος χρυσῶι στεφάνωι καὶ εἰκ[όνι]
[χαλκ]έ̣αι ἀρετᾶς ἕνεκεν καὶ εὐνοίας ἇς ἔχ[ων δια]-
[τελεῖ] εἰς αὐτάν· καθιστανέτωσαν δὲ οἱ σ․․․․․
Search Help
Contact Us